[p. 173] κάθεφθοι.
Ermerins, on the authority of one Parisian MS., reads
κάτεφθοι, to avoid the recurrence of aspirates. The other reading is
retained by Littre, the latest editor of Hippocrates, t. vii. p. 176.
|
ἄφυσα δὲ πάντα ἐν τῇ ἑψήσι ἔστω. κακὸν γὰρ
περιπνευμονικοῖσι φῦσαι. οἶνος ποτὸν,
ἢν ἄπυροι ἔωσι, μὴ πολλόν τι τῆς
στύψιος ἔχων. πυκνωτικὸν γὰρ σωμάτων ἡ στῦψις.
χρὴ δὲ τουτέοισι ἀραιοῦν μὲν τὰ μέρεα μᾶλλον.
πολλὸν δὲ ἄγειν τὰ πτύελα· τὸ ξύμπαν δὲ,
ὀλίγον ἔστω ποτόν πνεύμονι γὰρ τέγξις κακὸν,
οὕνεκεν πνεύμων ἀπὸ στομάχου ἕλκει καὶ κοιλίης.
Θώρηξ δὲ ἐσκεπάσθω εἰρίοισι ξὺν λίπαϊ, καὶ
λίτρῳ, ἢ ἁλσί. ἄριστον δὲ
χρῖσμα τὸ διὰ τῆς λιμνήστιδος, σίνηπι ξηρὸν ξὺν κηρωτῇ
ὑγρῇ. καὶ τὸ ξύμπαν ἔξω ἄγειν καὶ ὑγρὰ καὶ θερμασίην καὶ
πνεῦμα. ἀρήγει καὶ ὄσφρησις δριμέων,
χρίσιες, ἄκρων δεσμός.
τάδε μέντοι ποιέοντι ἢν μὴ εἴκῃ ἡ νοῦσος,
ἀνέλπιστος ὁ ἄνθρωπος.
Πᾶσαι δὲ ἰδίαι
ἀναγωγῆς αἵματος οὐκ εὐήθεες, οὐ τοῦ τρόπου
μοῦνον, ἢν ἐκ ῥήΞιος, ἢ
διαβρώσιος , ἀλλὰ κἢν ἀραίωσις φέρῃ· οὐδ' ἢν ἀπὸ θώρηκος
, ἢ πνεύμονος, ἢ στομάχου,
ἢ ἥπατος, τῶν κινδυνωδέων· ἀλλὰ κἢν ἀπὸ
κεφαλῆς ἡ ἀσινεστέρη . αἵματος γὰρ ἡ
φορή· αἷμα δὲ πάντων τροφὴ, πάντων δὲ θέρμη,
πάντων δὲ χροιή· καὶ φοβερὸν μὲν ἰδεῖν διὰ στόματος ὁκωσοῦν ῥέΟν· κακὸν
δὲ, ἤν γε ἀπὸ σπλάγχνου καιρίου · κάκιον δὲ ἢν ἐκ ῥήΞιος καὶ
διαβρώσιος .
Χρὴ ὦν τὸν ἰητρὸν τοῦ πάθεος
ξυνεπείγειν μᾶλλον ἀρήγοντα. καὶ πρῶτον μὲν ψυχρότερον
αἱρέεσθαι ἠέρα ἐς ἀναπνοὴν, σηκὸν ἐπίπεδον,
κλίνην ἑδραίην, ὅκως μηδὲν
σείηται-- ἐρεθιστικὸν γὰρ αἱ σείσιες--
κοίτη δὲ στερεὴ, μὴ κάρτα
εἴκουσα μηδὲ βαθείη, ἄθερμος · ὄρθιον δὲ τὸ σχῆμα·
ἡσυχίη