[p. 168] δοτέον,
μυστίλης ἥμισυ. ἀγαθὸν τόδε ἐπὶ
τοῖσι χρονίζουσι , εὖτε καὶ ὀξύμελι διδόναι χρὴ,
ἢν δύσπνοια ξυνεπείγῃ.
Ψυχρὸν δὲ ὕδωρ ὁκόσοι τῶν ἰητρῶν τοῖσι πλευριτι κοῖσι ἔδοσαν,
οὔτε ὁκοίῳ λόγῳ ξυμβαλέειν ἔχω, οὔτε
τῇ πείρῃ πιστώσασθαι. εἰ γάρ τινες ἀπὸ ψυχροῦ διηλλάξαντο
τὸν κίνδυνον, οἵδε μοι οὐκ ἐδόκεον εἶναι πλευριτικοὶ,
ἀλλὰ καὶ τοῖσι παλαιοτέροισι ἰητροῖσι ἰδέη τις ξυνδρομῆς πλευρῖτις
ἐκικλήσκετο, χολῆς ἔκκρισις ἐοῦσα ξὺν πόνῳ
πλευροῦ ἐπὶ σμικρῷ πυρετῷ, ἢ καὶ ἄνευ πυρετῶν.
τόδε μέντοι τὸ πάθος οὔνομα μὲν πλευρίτιδος,
τὸ δὲ πρῆγμα οὐκ ἴσχει· ἀλλὰ καὶ πνεῦμά κοτε,
ξυνιστὰν ἐν πλευρῷ, δίψαν ἐνδιδοῖ καὶ ὀδύνην
πονηρὴν, μαλθακήν τε θέρμην· καὶ τόδε ἐκάλεσαν ἄνδρες
ἀί̈δριες πλευρῖτιν. ἐπὶ τῶνδε ὦν ὕδωρ ψυχρὸνἄκος ἂν γίγνοιτο
εὐτυχίῃ τοῦ χρεομένου· ἐσβέσθη μὲν ἂν τὸ δίψος, ἡ δὲ χολὴ
καὶ τὸ πνεῦμα ὑπηλάθη, καὶ διέπνευσε τὸ ἄλγος καὶ ἡ θέρμη·
ἐπὶ δὲ φλεγμασίῃ πλευροῦ, καὶ τοῦ ὑπεζωκότος
πρήσι, οὐ μόνον ὕδωρ ψυχρὸν,
ἀλλὰ καὶ ἀναπνοὴ ψυχρὴ κακόν.
Ἦν ὦν
ἐκ τῆς πρόσθεν ἰητρείης περιγίγνωνται οἱ πλευριτικοὶ,
ἔτι δὲ βραχέα βήσσωσι καὶ θέρμη ἄλλοτε καὶ ἄλλοτε ἴσχῃ,
σπεύδειν χρὴ διαλύειν τάδε· ἢ γὰρ ὑποστροφὰς ποιέει τὰ ἐγκαταλιμπ ανόμενα,
ἢ ἐς ἐμπύησιν τρέπεται.