[p. 167] ἰχὼρ
ἐκρέει. καὶ τόδε μέντοι προευκρινήσας ἀμφὶ τῆς δυνάμιος
πρήσσειν. τῇ τρίτῃ δὲ κηρωτὴν ξὺν τῷ κυπρίνῳ καὶ πηγάνῳ
τιθέναι. ἢν δὲ ἔτι καθάρσιος τὰ πτύαλα δέηται,
τοῖσι κηρώμασι ῥΗτίνης ξυντήκειν, ἢ
τοῦ θείου τοῦ ἀπύρου ξυμμίσγειν · καὶ αὖθις πυρίην τὸ χωρίον ἔχειν· ὡς τρόπος δὲ σικύης· ἔχειν
ὦν χρὴ κεραμεο ῦν κοῦφον ἁρμόζον τῇ πλευρῇ, εὐρὺ,
ἤ τι χάλκεον, πρηνὲς ἐπὶ τὰ χείλεα
ἀμφιθεῖ ναι τοῖσι ἀλγέουσι· ὑποτιθέναι δὲ φλόγα μεγάλην ξὺν λίπαϊ,
ὅκως ζῶσα ἐς πολλὸν διαρκέῃ χρόνον· μὴ περισφίγγειν δὲ τὰ χείλεα πρὸς τῇ
σαρκὶ, ἀλλ' ἐς διαπνοὴν διαδοχή τις ἔστω ὡς μὴ διασβεσθέῃ τῇ
πνιγί· ἐς πολλὸν δὲ ἐξάπτεσθαι ἔνι· ἡ γὰρ ἔνδον ἐκείνου θέρμη,
ἄριστον μὲν πυρίημα, ἀγαθὴ δὲ πρόκλησις
ἱδρώτων.
Χρὴ δὲ μηδὲ τὴν κάτω ἰητρείην
ὑπερορῆν, ἀνδράσι μὲν ἐς τὸ ἔντερον πηγάνινον ἔλαιον
ἐγχέοντα, γυναιξὶ δὲ καὶ ἐς ὑστέρην · διηνεκέα δὲ τὰ
πινόμενα καὶ κατάποτα ἔστω, μελίκρη τον ξὺν τῷ
πηγάνῳ, καὶ χυλῷ πτισάνης,
ἢν ξυνεχὲς βήσσῃ, ὡς ἐν τροφῇ φάρμακον· ἢν δὲ
μὴ τροφῆς καιρὸς ἔῃ, ἔστω δή τι καὶ τῶν ποικίλων · πινέριον
ξὺν μέλιτι ἑψηθὲν ἐς σύστασιν. τὰς δὲ χρὴ σφαίρας μέγεθος
ὅσον κυάμου στρογγύλας οὔσας διδόναι ὑπὸ τὴν γλῶτταν ἔχειν,
διαφέροντα τῇδε κἀκεῖσε, ὡς μὴ κατάποτον,
ἀλλὰ τηκτὸν ἔῃ· προσηνὲς δὲ καὶ τὸ διὰ τῆς μήκωνος ξὺν
μέλιτι καὶ μελιλώτῳ φάρμακον λεῖον καὶ ὑπνικόν. τάδε
μέντοι καὶ πρὸ τῆς ἄρσιος, καὶ ἐπ' αὐτέῃ,
καὶ ἐπὶ τῷ ὕπνῳ διδόναι · ἀσίτῳ δὲ τὰ φαρμακώ δεα ,
κνίδης καὶ λὶνου τοῦ σπέρματος, καὶ
ἀμύλου, καὶ κώνου τοῦ κοκκάλου λείου,
ἑκάστου κύαθον· καὶ ἀμύγδάλων τῶν πικρῶν πέντε καὶ εἴκοσι τὸν ἀριθμόν · τόσοι δὲ
καὶ πεπέριος κόκκοι. φωχθέντα δὲ χρὴ λεῖα μέλιτι ἐς ἂν
ἔκλειγμα φυρῆν· τῶν δόσις μυστίλημίη· ἢν δὲ ὑγρὰ καὶ ἄπεπτα ἀνάγῃ,
σμύρνης ὁλκῆς͵ δύο, κρόκου μίη,
πεπέριος κόκκοι δεκαπέντε,
μέλιτος φυρῆναι λίτρᾳ μίῃ. τόδε μέντοι ἤδη τὸ φάρμακον καὶ
πρὸ τῆς ἄρσιος