[p. 153] νδυνος γὰρ σφακελίζειν τῇ
κύστι, ἠδὲ σπασμὸν διδόναι τῷ ἀνθρώπῳ.
ὑποκλύζειν δὲ μὴ πολλῷ πλήθεϊ τοῦ χυλοῦ κρέσσον · κἢν ἐκκοπρωθῇ τὸ ἔντερον
, προσενιέναι ξὺν ἐλαίῳ καστόριον.
ἐλπὶς δὲ μούνη καὶ πάντων ὁμοῦ τῶν παρέτων,
καὶ ἰδίῃ τῶν μερέων, ἡ εἰς ἔλαιον ἐνίζησις.
ὁ δὲ τρόπος αὐτέης ἐν τοῖσι χρονίοισι εἰρήσεται.
Τῆς ἐπιληψίης ὀλεθρίη μὲν ἡ πρωτίστη
κατάπτωσις, ἢν ὀξέως εἰσβάλλῃ ἡ νοῦσος.
ἔκτεινε γάρ κοτε καὶ ἡμέρῃ μιῇ.
κινδυνώδεες δὲ καὶ οἱ ἐν τῇσι περιόδοισι παροξυσμοί. διὰ
τάδε μὲν ὦν καὶ ἐν τοῖσι ὀξέσι καταγέγραπται ἡ ἐπιληψίη · ἢν δὲ ἐς μελέτην μὲν ἥκῃ τοῦ κακοῦ
ὥνθρωπος, ἡ δὲ νοῦσος ἀπρὶξ ἐμφῦσα ἔχηται,
οὐ χρονίη μοῦνον γίγνετα ι, ἀλλὰ
μετεξετέροισι αἰωνίη. ἢν γὰρ ὑπερβάλλῃ τὴν ἀκμὴν τῆς
ἡλικίης, ξυγγηρᾷ τε καὶ ξυναποθήσκει.
Ὁκόσα μὲν ὦν ὡς χρονίῃ ἐστὶν ἰητήρια ἐν τοῖσι χρονίοισι λελέξεται·
ὁκόσα δὲ ἐς τὸ τάχος τοῦ ὀλέθρου πρηκτέα, τῶνδε τὰ πλεῦνα μὲν
ἐπὶ τοῖσι ἀποπληκτικοῖσι λέλεκται, φλεβοτομίη
, κλύσματα, χρίσιες,
σικύη. τάδε γὰρ ἐς ἀνέγερσιν δυνατώτατα
. ὁκόσα δὲ ἴδια καταπτώσιος ἄκεα,
τάδε νῦν φράσω. παιδίοισι μὲν ὦν
οἷσι ἐκ διαφθορῆς, ἢ ἐκ ψύξιος ἰσχυρῆς,
ξύνηθες τὸ πάθος, ἔμετος,
ἢ σιτίων, ἢ φλέγματος,
ἢ ἄλλου χυμοῦ τινος ὀνηϊστόν.
πτίλα δὲ ἰρίνῳ μύρῳ δευθέντα ναυτίην ἐρεθίζει· ἀτὰρ καὶ τὸ ἴρινον οὐκ ἄχρηστον
εἰς τὴν τῶν παρισθμίων χρίσιν. ξυμπιέζειν δὲ τὴν λαγόνα
πρηέως ἐπὶ γαστέρα ἐκκρεμὲς προβάλλοντα τὸ παιδίον. τόδε
γὰρ τὸ σχῆμα πρὸς ἔμετον ῥήΪστον · ἢν δὲ καὶ σπᾶται ἢ διαστρέφηται τὴν κάτω γνάθον,
ἢ τὼ χεῖρε καὶ τὰ σκέλεα ῥίΠτηται,
καὶ ξύμπας τιταίνηταί οἱ ὢψ, τὰ γυῖα ψηλαφίῃ
ξὺν λίπαϊ μαλθάσσειν , ἀπιθύνειν τε τῆς ὄψιος τὰ διάστροφα·