[p. 149]
δὲ τὸ μέτρον. ἤν τε γὰρ σμικρῷ πλέον
ἀφέλῃς, προσαπέπνιξας τὸν ἄνθρωπον.
ἐς γὰρ τὸ ζῆν τουτέοισι καὶ τὸ σμικρὸν αἷμα δυνατώτατον,
καὶ ἡ ἀλέη τῆς ζωῆς τοῦ σκήνεος καὶ τῆς τροφῆς ἐόν·
The text is not quite satisfactory; but we cannot venture to adopt the bold alteration
introduced by Ermerins: καὶ ἀλέη τῆς ζωῆς καὶ τοῦ σκήνεος τροφὴ
ἐόν. The meaning seems to be, that it is the animal heat which imparts life to
food introduced into the system.
| ἤν τε μεῖον τῆς
αἰτίης, οὐδὲν μέγα ὤνησας διὰ μεγάλου ἄκεος· ἔτι γὰρ ἡ αἰτίη
μίμνει· κρέσσον δὲ ἐς τὸ ἔλασσον ἁμαρτάνειν . ἢν γὰρ καὶ
δοκέῃ μὲν ἐνδέειν, χρησταὶ δέ τινες ὑποφάσιες γίγνοιντο,
αὖθις ἐπανατάμνειν τὴν φλέβα.
τάμνειν δὲ τὴν ἐν τῷ κοίλῳ τοῦ ἀγκῶνος,
εὔροος γὰρ ἥδε ἐν τῷ λαιῷ· ξυντεκμαίρεσθαι δὲ ἐν τῇ σμικρῇ ἀποπληξίῃ καὶ τὰ
πάρετα μέρεα, εἰ ἐπ' ἀριστερὰ,
ἢ δεξιὰ, ἡ πάρεσις.
ἀπὸ γὰρ τῶν ὑγιηρῶν, ὡς ἔπος
εἰπεῖν, τὴν ἀφαίρεσιν χρὴ ποιέειν.
τῇδε γὰρ τὸ αἷμα εὔροον· τῇδε καὶ ἡ παροχέτευσις ἀπὸ τῶν σιναρῶν.
ἢν μὲν ὦν ἄνευ φανερῆς προφάσιος ἀπόπληκτοι γίγνωνται,
ὧδε χρὴ συλλογί ζεσθαι ἀμφὶ τῆς ἀφαιρέσιος · ἢν δὲ ἀπὸ
πληγῆς, ἢ καταφορῆς, ἢ
πιέσιος ξυμβῇ, οὐ χρὴ ἀναβάλλεσθαι.
Wigan suggests the necessity of οὐ before
χρὴ, and Ermerins accordingly adopts it.
|
μετεξετέροισι δὲ τόδε μοῦνον εἰς ἄκεσιν ἠδὲ ζωὴν ἤρκεσεν.
Ἢν δὲ μὴ δοκέῃ τάμνειν φλέβα,
ψύξιος πολλῆς καὶ νάρκης καὶ ἀναισθήσιος ἀμφισχούσης τὸν ἄνθρωπον,
ὑποκλύζειν ἐς κένωσιν τοῦ πλήθεος τῶν ἐν τοῖσι ἐντέροισι
̔τὰ πολλὰ γὰρ ὑπ' ἀδηφαγίης καὶ οἰνοφλυγίης παραπλῆγες
γίγνονταἰ, καὶ εἰς τὴν ἀντίσπασιν τῶν τὴν κεφαλὴν ἀμφεχόν
των χυμῶν· ἔστω δὲ τὸ κλύσμα δριμὺ, καὶ φλεγμάτων καὶ χολῆς
ἀγωγὸν, ὡς μὴ νίτρον ἔχειν μοῦνον,
ἀλλὰ καὶ εὐφόρβιον, ὅσον ὁλκῆς τριώβολον,
ἐς τόδε ξύνηθες πλῆθος τοῦ κλύσματος,
καὶ κολοκυνθίδος τὸ ἐντός, ἢ
κενταυρίου τῆς κόμης ἀφεψήματος εἰς ἔλαιον, ἧ
ὕδωρ. ἄριστον δὲ κλύσμα καὶ τὸ τοιόνδε ·
τοῦ
|