The Extant Works of Aretaeus, The Cappadocian.

The Extant Works of Aretaeus, The Cappadocian.
By Aretaeus
Edited by: Francis Adams LL.D.(trans.)

Boston Milford House Inc. 1972 (Republication of the 1856 edition).


Digital Hippocrates Collection Table of Contents



ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΟΞΕΩΝ ΠΑΘΩΝ, ΒΙΒΛΙΟΝ Α'.
   Κεφ. ε'. Περὶ Παροξυσμοῦ Ἐπιληπτικῶν.
   Κεφ. σ'. Περὶ Τετάνου.
   Κεφ. ζ'. Περὶ Συνάγχη ς.
   Κεφ. η'. Περὶ τῶν κατὰ τὴν Κιονίδα παθῶν.
   Κεφ. θ'. Περὶ τῶν κατὰ τὰ παρίσθμια ἑλκῶν.
   Κεφ. ι'. Περὶ Πλευρίτιδος.

ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΟΞΕΩΝ ΠΑΘΩΝ, ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.
   Κεφ. α'. Περὶ Πνευμονίης.
   Κεφ. β'. Περὶ Αἵματος Ἀναγωγῆς.
   Κεφ. γ'. Περὶ Συγκοπῆς.
   Κεφ. δ'. Περὶ Καύσων.
   Κεφ. ε'. Περὶ Χολέρης.
   Κεφ. σ'. Περὶ Εἱλεοῦ.
   Κεφ. ζ'. Περὶ τῶν κατὰ τὸ Ἥπαρ ὀξέων παθῶν.
   Κεφ. η'. Περὶ τῆς κατὰ τὴν κοίλην φλέβα ὀξείης νούσου.
   Κεφ. θ'. Περὶ τῶν κατὰ τοὺς Νεφροὺς ὀξέων παθῶν.
   Κεφ. ι'. Περὶ τῶν κατὰ τὴν Κύστιν ὀξέων παθῶν.
   Κεφ. ια'. Περὶ Ὑστερικῆς Πνιγός.
   Κεφ. ιβ'. Περὶ Σατυριάσεως.

ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ, ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ.
   Κεφ. Α'. Προοίμιον.
   Κεφ. β'. Περὶ Κεφαλαίης.
   Κεφ. γ'. Περὶ Σκοτωματικῶν.
   Κεφ. δ'. Περὶ Ἐπιληψίη ς.
   Κεφ. ε'. Περὶ Μελαγχολίης.
   Κεφ. σ'. Περὶ Μανίης.
   Κεφ. σ' .Περὶ Παραλύσεως .
   Κεφ. η'. Περὶ Φθίσιος.
   Κεφ. θ'. Περὶ Ἐμπυϊκῶν.
   Κεφ. ι'. Περὶ τῶν κατὰ τὸν Πνεύμονα ἀποστάσεων.
   Κεφ. ια'. Περὶ Ἄσθματο ς.
   Κεφ. ιβ'. Περὶ Πνευμωδῶν.
   Κεφ. ιγ'. Περὶ Ἥπατος.
   Κεφ. ιδ'. Περὶ Σπληνός.
   Κεφ. ιε'. Περὶ Ἰκτέρου.
   Κεφ. ισ'. Περὶ Καχεξίης.

ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ, ΒΙΒΛΙΟΝ Β'.
   Κεφ. α'. Περὶ Ὕδρωπος.
   Κεφ. β'. Περὶ Διαβήτεω.
   Κεφ. γ'. Περὶ τῶν κατὰ τοὺς Νεφροὺς παθῶν.
   Κεφ. δ'. Περὶ τῶν ἐν Κύστι.
   Κεφ. ε'. Περὶ Γονορροίας .
   Κεφ. σ'. Περὶ Στομαχι κῶν .
   Κεφ. ζ'. Περὶ Κοιλιακῆς διαθέσιος.
   Κεφ. η'. Περὶ Κωλικῶν.
   Κεφ. θ'. Περὶ Δυσεντερίης.
   Κεφ. ι'. Περὶ Λειεντερίης.
   Κεφ. ια'. Περὶ Ὑστερικ ῶν.
   Κεφ. ιβ'. Περὶ Ἀρθρίτιδος καὶ Ἰσχιάδος.
   Κεφ. ιγ'. Περὶ Ἐλέφαντος.

ΟΞΕΩΝ ΝΟΥΣΩΝ ΘΕΡΑΠΕΥΤΙΚΟΝ ΒΙΒΛΙΟΝ Α'.
   Προοίμιον.
   Κεφ. α'. Θεραπεία Φρενιτικῶν .
   Κεφ. β'. Θεραπεία Ληθαργικῶν .
   Κεφ. γ'. Μαρασμοῦ Θεραπεία.
   Κεφ. δ'. Θεραπεία Ἀποπληξίης.
   Κεφ. ε'. Θεραπεία παροξυσμοῦ Ἐπιληπτικῶν.
   Κεφ. σ'. Θεραπεία Τετάνου.
   Κεφ. ζ'. Θεραπεία Συνάγχης.
   Κεφ. η'. Θεραπεία τῶν κατὰ τῆν Κιονίδα παθῶν.
   Κεφ. θ'. Θεραπεία τῶν κατὰ τὴν Φάρυγγα λοιμικῶν παθῶν.
   Κεφ. ι'. Θεραπεία Πλευρίτιδος.

ΟΞΕΩΝ ΝΟΥΣΩΝ ΘΕΡΑΠΕΥΤΙΚΟΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.
   Κεφ. α'. Θεραπεία Περιπνευμονίης.
   Κεφ. β'. Θεραπεία Αἵματος Ἀναγωγῆ ς.
   Κεφ. γ'. Θεραπεία Καρδιακῶν.
   Κεφ. δ'. Θεραπεία Χολέρης.
   Κεφ. ε'. Θεραπεία Εἰλεοῦ.
   Κεφ. σ'. Θεραπεία τῶν κατὰ τὸ Ἥπαρ ὀξέων παθῶν.
   Κεφ. ζ'. Θεραπεία Νωτιαίας Φλεβὸς καὶ Ἀρτηρίης ὀξείας νούσου.
   Κεφ. η'. Θεραπεία τῆς κατὰ τοὺς Νεφροὺς ὀξείας νούσου.
   Κεφ. θ'. Θεραπεία τῶν κατὰ τῆν Κύστιν ὀξέων παθῶν.
   Γίγνετ' Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσι.
Iliad. xiii. 567.

   Κεφ. ι'. Θεραπεία Ὑστερικῆς Πνιγός.
   Κεφ. ια'. Θεραπεία Σατυριάσεως.

ΧΡΟΝΙΩΝ ΝΟΥΣΩΝ ΘΕΡΑΠΕΥΤΙΚΟΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ.
   ΒΙΒΛΙΟΝ Α'. Κεφ. α'. Προοίμιον.
   Κεφ. β'. Θεραπεία Κεφαλαίης.
   Κεφ. γ'. Θεραπεία Σκοτωματικῶν.
   Κεφ. δ'. Θεραπεία Ἐπιληψίης.
   Κεφ. ε'. Θεραπεία Μελαγχολίης.
   Κεφ. η'. Θεραπεία Φθίσιος.
   Κεφ. ιγ'. Θεραπεία Ἥπατος.
   Κεφ. ιδ'. Θεραπεία Σπληνός.

ΧΡΟΝΙΩΝ ΝΟΥΣΩΝ ΘΕΡΑΠΕΥΤΙΚΟΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.
   ΒΙΒΛΙΟΝ Β'.
   Κεφ. γ'. Θεραπεία λιθιάσε ως καὶ ἑλκώσεως Νεφρῶν.
   Κεφ. ε'. Θεραπεία Γονορροίης .
   Κεφ. σ'. Θεραπεία Στομαχικῶν .
   Κεφ. ζ'. Θεραπεία Κοιλιακ ῶν.
   Κεφ. ιβ'. Θεραπεία Ἀρθρίτιδος καὶ Ἰσχιάδος.
   Κεφ. ιγ'. Θεραπεία Ἐλέφαντος.


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ, ΒΙΒΛΙΟΝ Β'.

Κεφ. ιγ'. Περὶ Ἐλέφαντος.

 [p. 124]

τὴν γῆν ἑρπετὰ καὶ ζῷα φέρβεται. ἐλέφαντες δὲ μοῦνοι, ζοφοειδέες τὴν χροιήν· νυκτὶ δὲ καὶ θανάτῳ ἴκελοι· ἰδέην δὲ, κάρηνα μὲν μελάντα τα κατέχων καὶ πρόσωπα ἄσημα, ἀί̈δηλα τὴν μορφὴν, ἐπ' αὐχένι σμικρῷ, ὡς δοκέειν τὴν κεφαλὴν ἐπὶ τοῖσι ὤμοισι ἱζάνειν · καὶ ὧδε οὐκ ἔκδηλον. ὦτα γὰρ μεγάλα, πλατέα, πτερυγώδεα , μέσφι κληί̈δων τε καὶ στέρνου, ὥστε κρύψαι τὸν αὐχένα τοῖσι ὠσὶ, ὅκως νῆες λαίφεσι. κέρατα δὲ θώϋμα διάλευκα ἐλέφας ἐπὶ μελαντάτῳ· μετεξέτεροι τάδε ὀδόντας κικλήσκουσι· τάδε μοῦνα λευκότα τα, ὅκως οὐδενὸς ἄλλου τε οὐδὲν οὐδὲ λευκοῦ ζῴου· καὶ τάδε οὐχ ὑπὲρ μέτωπα καὶ κροτάφους, ὅκως τοῖσι κερασφόροισι φυή· ἀλλὰ κατὰ στόμα καὶ τὴν ἄνω γνάθον, ὄρθια μὲν ἐς τὸ πρόσθεν οὐ κάρτα· ἀλλὰ ἄνω σμικρόν τι καμπύλα· ὅκως δατύσσεσθαι ἐκ τοῦ ὀρθίου ἐνείη, καὶ ἄρασθαι ἄχθος ἐν τοῖσι ὀδοῦσι σιμοῖς. μεγάλα δὲ τὰ κέρατα, μῇκος μὲν ὁκόσον ὀργυιὴν οἱ μέσοι. ἄλλοι δὲ πολλόν τι τουτέων μέζους μέσφιδιπλῶν· προβολὴν δ' ἴσχει ἄνω γνάθος ἀπὸ τοῦ χείλεος μακρὴν, ἀνόστεον, σκολιὴν, ἑρπετώδεα. δοιαὶ δὲ ἐπὶ τὸ ἄκρον τῆς προβολῆς ἔασι ἐκτρήσιες· καὶ τάσδε διαμπερὲς μέσφι τοῦ πνεύμονος ἐτέτρηνεν φύσις, ὅκως αὐλὸν διφυέα· χρέεται δὲ τὸ ζῷον ἐς ἀναπνοὴν, ὅκως ῥΙνὶ τῇδε τῇ σύριγγι · ἀτὰρ καὶ χερσὶ τῇδε· καὶ κωθωνίην τε γὰρ λάζοιτο, ὁκότε θέλει, τῇ προβολῇ· ἀμφιλαμβάνει τε καὶ ἴσχει κραταιῶς, καὶ οὐκ ἄν τις ἀφέλοιτο αὐτέου βίῃ, ἢν μὴ κρέσσων ἄλλος ἐλέφας· ἀτὰρ καὶ ποίην ἐς νομὴν τῇδε μαστεύει, οὐδὲ τῷ στόματι καὶ τοῖσι σμικροῖσι ὀδοῦσι ἔσθων σάρκας ζῇ· πόδες γὰρ εὐμήκεες ὕπερθεν τῆς γῆς πολλὸν τὸ ζῷον ἀνέχοντες· ἀτὰρ καὶ σμικρὸς αὐχὴν ὅκως ἔλεξα. οὔκουν δύναται τῷ στόματι εἰς τὴν γῆν νέμεσθαι. ποτὶ καὶ τῶν κεράτων πρὸ τοῦ στόματος ἔκφυσις εἴργει τῆς ποίης ἅπτεσθαι τὸ στόμα. τοιγαρο ῦν ἀνιμᾶται τῇ προβολῇ φόρτον μέγαν· ἔπειτα, ὅκως ἀμαλλοδετῆρι, τῇδε ξυνδήσας