[p. 122]
ξυμβολὴν νέμεται ἡ νοῦσος, ὅκως ποδὸς ἢ χειρὸς
ἄρθρον. γίγνονται δὲ τῶν ἄρθρων καὶ ἐπιπωρώσιες · τὰ πρῶτα
μὲν ὁκοῖον ἀποστάσιες ἴσχουσι · ἐπὶ δὲ μᾶλλον πυκνοῦνται,
καὶ πηγνυμένου τοῦ ὑγροῦ ἀπηνέες αἱ ἀφέσιες · τέλος δὲ πῶροι στερροὶ,
λευκοὶ ξυνίστανται· ἐς δὲ πᾶν ὄγκοι σμικροὶ ὁκοῖον ἴονθοι
καὶ μέζονες · ὑγρὸν δὲ παχὺ, λευκὸν,
χαλαζῶδες. καὶ γὰρ τοῦ παντὸς ἡ νοῦσος ψυχρὴ
ὅκως χάλαζα· δοκέει δὲ θέρμης ἢ ψύξιος ἴσχειν διαφορήν. καὶ
γάρ τισι τῶν αὖ βδελυκτῶν ἡδονή· ἐμοὶ
δὲ ἁνδάνει μίην μὲν αἰτίην τὴν ἔμφυτον ψύξιν ἔμμεναι, μίην
δὲ καὶ πάθην· ἀλλ' ἢν μὲν εὐθέως ἐπιδώῃ καὶ θέρμη φανῇ,
ἐμψύξιος χρέος καὶ τοῖσι τέρπεται. ὀνομάζουσι δὲ θέρμην
τήνδε· ἢν δὲ ὁ πόνος ἐν τοῖσι νεύροισι εἴσω μίμνῃ,
ξυμπεπτώκῃ δὲ τὸ ἄρθρον ἄθερμον, μηδὲ ἐποιδέῃ,
ψυχρὴν τήνδε φαίην ἔμμεναι, ἐφ' ἧς
θερμῶν φαρμάκων ἐς ἀνάκλησιν θέρμης χρέος. χρὴ δὲ τάδε
πολλὰ τῶν κάρτα δριμέων, θερμασίη γὰρ τά τε ξυμπεπτωκότα
μέρεα εἰς ὄγκον ἤγειρε, καὶ τὴν ἔσω θέρμην ἐς ἀνάκλησιν
ἤγαγε· εὖτε τῶν ψυχρῶν χρέος. πίστις· τοῖσι γὰρ αὐτέοισι οὐ
τὰ αὐτὰ ξυμφέρει· καὶ γὰρ ὅ κοτε ξυνήνεγκε, τοῦτ' ἔβλαψεν
ἄλλοτε· ὡς δὲ ἔπος εἰπεῖν, θέρμης ἐπὶ τῇ ἀρχῇ,
ψύξιος δὲ ἐπὶ τῷ τέλει χρέος.
ξυνεχὴς μὲν οὖν ποδάγρη οὐ ῥΗϊδίως γίγνεται, διαλείπει δὲ
ἔσθ' ὅπη χρόνον μακρόν, λεπτὴ γάρ· καὶ Ὀλυμπίασι ἐνίκησε
ποδαγρὸς ἐπ' ἀνέσι δρόμον. Ἀλλ' ἄνδρες μὲν παθεῖν
ῥΗί̈τεροι, γυναικῶν δὲ ἐλαφρότερον· γυναῖκες δὲ ἀραιότερον μὲν
ἀνδρῶν, χαλεπώτερον δέ.
|