[p. 119] καὶ ἢν τάμῃ τις αὐτὰ
πονεῦντα, ἀμαυροῦται ὁ τῆς τομῆς πόνος σμικρὸς ὑπὸ τοῦ
μέζονος · ἢν δὲ ὅδε κρατέῃ, ἡδονὴ σφέας λάζυται ἐπιλήθουσα
τῶν πάρος· πάσχουσι δὲ τοῦτο ὀδόντες καὶ ὀστέα.
Αἰτίην δὲ ἀτρεκέα μὲν ἴσασι μοῦνοι θεοὶ,
ἐοικυῖαν δὲ καὶ ἄνθρωποι · ἔστι δὲ ὡς ἔπος εἰπεῖν τοιόνδε.
τὸ μὲν κάρτα πυκνὸν ἀναίσθη τον ψαύσιος καὶ τρώσιος,
τῇδε καὶ ἄπονον ψαύσι καὶ τρώσι. ἄλγος γὰρ
τρηχείᾳ ἐν αἰσθήσι, τὸ δὲ πυκινὸν ἀτρήχυν τον · διὰ τόδε καὶ
ἄπονον· τὸ δὲ ἀραιὸν, εὐαισθη τὸν ,
καὶ τρηχύνεται τρώματι. ἀλλ' ἐπεὶ καὶ τὰ
πυκνὰ ζῇ ἐμφύτῳ θέρμῃ, καὶ αἴσθεται τῇδε τῇ θέρμῃ· εἰ μὲν
οὐσιώδης ἡ δρῶσα αἰτίη ἔοι, οἷον ἠ μάχαιρα ἢ
λίθος, τὸ οὐσιῶδες τοῦ πάσχοντος οὐκ ἀλγέει· πυκνὸν γὰρ τὴν
φυήν. ἢν δὲ τῆς ἐμφύτου θέρμης δυσκρασίη λάβηται,
αἰσθήσιος γίγνεται τροπή.
τοῦτο ὦν ἐξ ἑωυτέης πονέει ἡ θέρμη, ἐκ τῆς κατ'
αἴσθησιν ἔσωθεν ἐγείρεται ὤσιος. φύσιος δὲ τῆς ἐς
μέζω, ἢ περιουσίης, τὰ
ἄλγεα. Ἐγχρίμπτεται δὲ ἡ ἀρθρῖτις ἄλλοτε ἐς
ἄλλα ἄρθρα, τοῖς μὲν ἐς ἰσχία,
καὶ τὰ πολλὰ τῇδε ἐπιμίμνει γυιὸς,
In the common
editions, and I believe in all the MSS., we find γύϊος,
which is obviously at fault, at least as regards accentuation. Ermerins, accordingly, does not
hesitate to expunge the term altogether. But to γυιὸς I can
see no objection. It is thus explained in the Lexicon of Hesychius:
Γυιὸς, χωλὸς,
νοσώδης, πηρώδης . This is
sufficient authority for the word, although it is not in common use. See also Liddel and
Scott's Lexicon, under the term. There are other difficulties in the remaining part of the
sentence, which I cannot bring myself to remove by expunging all the difficult words, after
the example of Ermerins.
| ἅσσα τε μέλεά κοτε
μικρὸν, εὖτε οὐδὲ ἐπὶ τὰ σμικρὰ φοιτῇ,
πόδας τε καὶ χεῖρας. ἢν γὰρ μειζόνων λάβηται
μελέων χωρῆσαι τὴν νοῦσον δυναμένων, οὐχ ὑπερβαίνει τὰ
ὄργανα· ἢν δὲ ἀπὸ τοῦ σμικροῦ ἄρξηται, ἔστι εὐήθης καὶ
ἀδόκητος ἡ εἰσβολή. ἰσχιάδος μὲν ἀπὸ μηροῦκατόπιν,
ἢ ἰγνύος,
ἢ
|