[p. 117] καὶ σκληρίη ξύνεστιν,
ᾗπερ τοῖσι θηριώδεσι, θανατώδεα ὄντα
ἕλκεα, This clause, which had puzzled all the former editors, is
expunged from the text altogether by Ermerins. | ἀτὰρ καὶ
ἐπίκλησιν ἴσχει καρκίνων. ἄλλος καρκίνος· ἕλκος μὲν
οὐδαμῆ, ὄγκος δὲ σκληρὸς,
ἀτέραμνος · ξυντιταίνει δὲ τὴν ὑστέρην ὅλην,
ἀτὰρ καὶ ἄλγεα κατὰ τὰ ἄλλα ὅσα ἐφέλκει · ταῦτα δὲ ἄμφω τὰ καρκινώ δεα καὶ χρόνια
καὶ ὀλέθρια · πολλὸν δὲ τὸ ἕλκος τοῦ ἀνελκώτου κάκιον καὶ ὀσμῇ,
καὶ πόνοισι, καὶ ζωῇ,
καὶ θανάτῳ. Ἐξίσταταί κοτε τῆς
ἕδρης ἡ ὑστέρη ὅλη, καὶ ἐπὶ τοῖσι μηροῖσι τῆς γυναικὸς
ἱζάνει· ἄπιστος ἡ ξυμφορὴ, ἀλλ' οὐκ ἀθέητος ἡ
ὑστέρη, οὐδὲ ἀγέννητος ἡ αἰτίη.
ξυνδίδουσι γὰρ οἱ ὑμένες, οἱ πρὸς τοὺς
λαγόνας, ὀχῆες τῆς ὑστέρης ἐόντες νευρώδεες· οἱ μὲν κατὰ
πυθμένα πρὸς τὴν ὀσφὺν λεπτοί· οἱ δὲ κατ' αὐχένα ἔνθα καὶ ἔνθα πρὸς τοὺς λαγόνας · οἱ δὲ μάλιστα
νευρώδεες, πλατέες ὅκως νεὼς λαίφεα.
πάντες οὖν ξυνδίδουσι οἵδε, ἢν ἔξω ἡ ὑστέρη
ἀί̈σσῃ. κτείνει μὲν οὖν τὰ πολλὰ ἔκπτωσις ἥδε.
γίγνεται γὰρ ἐπὶ ἀμβλωσμ ῷ, καὶ
σεισμοῖσι μεγάλοισι, καὶ βιαίῳ τόκῳ· ἢν δὲ μὴ
κτάνῃ, ἐς μακρὸν αἵδε ζώουσιν,
ὁρέουσαι τὰ μὴ θεητὰ καὶ τιθηνοῦσαι ἔξω καὶ βαυκαλῶσαι τὴν ὑστέρην.
I have followed Petit and Ermerins in reading
βαυκαλῶσαι instead of καυκαλῶσαι.
Ermerins further suppresses καὶ τιθηνοῦσαι. |
δοκέει δέ κοτε τῆς διπλόης τῆς ὑστέρης ὁ ἔνδον
ὑπεζωκὼς χιτὼν, ἀποσπᾶσθαι τοῦ ξυναφέος.
δοιαὶ γὰρ αἱ σχίδες μὲν αἱ ἐπηλλαγμέναι χιτῶνος ·The text here is under great obligations to Ermerins. |
ὅδε οὖν ἀφίσταται μὲν καὶ ῥΕύματι, καὶ
ἐντρωσμῷ καὶ βιαίῳ τόκῳ, εὖτε ἐπὶ τῷ χορίῳ προσπέφυκεν
αὐτέη. ἢν γὰρ τόδε ἕλκηταιβίῃ,
συνεκπεράσας ὁ τῆς ὑστέρης χιτὼν . . . . . .
ἀλλὰ ἢν μὴ ἐκθάνῃ ἡ γυνὴ, παλίνορσος τὸ αὐτὸ
συνήφθη κοτὲ στάθμῃ, ἢ σμικρὸν ἔξω φαίνεται· σκέπει γὰρ
τοῖσι μηρίοισι ἡ γυνή. προσπίπτει κοτὲ τὸ στόμιον τῆς
ὑστέρης μοῦνον μέσφι τοῦ αὐχένος, ἀλλ' αὖθις
εἴσω
|