[p. 11] τὴν αὐτὴν
ἰδέην τοῖς ἔξωθεν αἰτίοις ἴσχει. χυλοὶ φθείροντες ἔσωθεν
καὶ ἔξωθεν· ἀτὰρ καὶ νοῦσοι φαρμάκοισι δηλητηρίοισι ἴκελαι,
καὶ ἀπὸ φαρμάκων ἐμέουσι ὁκοῖα πυρετῶν εἵνεκα.
ὅθεν οὐδ' ἀπεοικὸς ἐν τῷ λοιμῷ τῷ ἐν Ἀθήνῃσι μετεξετέρους δοκέειν εἰς τὰ φρέατα
ἐν τῷ Πειραιεῖ ὑπὸ Πελοποννησίων ἐμβεβλῆσθαι φάρμακα.
οὐ γὰρ ξυνίεσαν ὥνθρωποι τὸ ξυνὸν τοῦ κακοῦ τοῦ λοιμώδεος πρὸς τὰ δηλητήρ
ια.
Ξύνεστι δὲ τοῖσι μὲν κυναγχικοῖσι φλεγμονὴ
παρισθμίων, φαρυγγέθρου,
παντὸς τοῦ στόματος. γλῶσσα προπετὴς ὑπὲρ
τοὺς ὀδόντας καὶ τὰ χείλεα· σιελοχόοι, φλέγμα παχύτατον,
ἀπορρέον καὶ ψυχρόν· ἐρυθροὶ τὰ πρόσωπα,
καὶ ἐπηρμένοι, ὀφθαλμοὶ ἐξίσχοντες ,
ἀναπετέες,
ἐξέρυθροι · τὸ ποτὸν ἐς τὰς ῥῖΝας ἀνακόπτεται· πόνοι καρτεροὶ,
ἀλλὰ καὶ ὑπὸ τῆς πνιγὸς συνδιωκόμενοι ἀμαυροῦνται.
θώρηξ καὶ καρδίη φλέγεται· ποθὴ ψυχροῦ ἠέρος· εἰσπνέουσι δὲ μικρὸν πάνυ,
ἔς τε καὶ ἀπεπνίχθησαν,
ἐμφραγείσης τῆς ἐς τὸν θώρηκα διόδου.
ἐνίοισι δὲ ἐς πνεύμονα ἡ ξύνδοσις ῥΗϊδίως · οἱ δὲ μεταστάσι θνήσκουσι· πυρετοὶ
νωθροὶ, μαλακοὶ, οὐδὲν
ὠφελέοντες . εἰ δέ τῳ ἐς ἀγαθὸν τρέποιτο,
ἀποστάσιες γίγνονται ἔνθα καὶ ἔνθα παρ' οὖς ἔξω,
ἢ ἔνδον ἐς τὰ παρίσθμια· κἢν μὲν ξὺν νάρκῃ, μὴ
κάρτα βραδέως, περιγίγνονται μὲν,
ξὺν πόνῳ δὲ καὶ κινδύνῳ · ἢν δὲ τρεπομένων ἐς ἀπόστασιν ὄγκος μέζων ὑπογίγνηται
, ἐς κορυφὴν τῆς ἀποστάσιος ἀνισταμένης,
ἀθρόον πνίγονται. τάδε μὲν τὰ
κυνάγχης εἴδεα.
Ξυνάγχης δὲ,
σύμπτωσις, ἰσχνότης,
ὠχρότης σύνεστι · ὀφθαλμοὶ κοῖλοι,
εἴσω δεδυκότες· φάρυγξ καὶ γαργαρέων ἀνεσπασμένοι,
παρίσθμια ἐπὶ μᾶλλον προσίζοντα, ἀφωνίη ·
πνὶξ ἡ τοῦδε τοῦ εἴδεος τῆς πρόσθεν πολλόν τι κραταιοτέρη,
ἐν θώρηκι ἐόντος τοῦ κακοῦ, ἔνθα ἡ ἀρχὴ τῆς
ἀναπνοῆς · οἱ δὲ ὀξύτατοι θνήσκουσι αὐτῆμαρ, ἔσθ' ὅπη καὶ
πρὶν καλέσασθαι