Oeuvres Completes D'Hippocrate.

Oeuvres Completes D'Hippocrate.
By Hippocrates
Edited by: A. Littre

Amsterdam Adolf M. Hakkert


Digital Hippocrates Collection Table of Contents



ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ

ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ ΝΟΘΑ.

ΠΕΡΙ ΑΙΜΟΡΡΟΙΔΩΝ.

ΠΕΡΙ ΣΥΡΙΓΓΩΝ.

ΠΕΡΙ ΕΛΚΩΝ.

ΠΕΡΙ ΑΡΘΡΩΝ

ΜΟΧΛΙΚΟΣ.

ΑΦΟΡΙΣΜΟΙ.
   ΤΜΗΜΑ ΠΡΩΤΟΝ.
   ΤΜΗΜΑ ΔΕΥΤΕΡΟΝ.
   ΤΜΗΜΑ ΤΡΙΤΟΝ.
   ΤΜΗΜΑ ΤΕΤΑΡΤΟΝ.
   ΤΜΗΜΑ ΠΕΜΠΤΟΝ
   ΤΜΗΜΑ ΕΚΤΟΝ.

ΤΜΗΜΛ ΕΒΔΟΜΟΝ.

ΠΡΟΓΝΩΣΤΙΚΟΝ

ΠΕΡΙ ΑΓΜΩΝ.

ΠΕΡΙ ΙΕΡΗΣ ΝΟΥΣΟΥ.

ΠΕΡΙ ΤΩΝ ΕΝ ΚΕΦΑΛΗ ΤΡΩΜΑΤΩΝ.

ΚΑΤ' ΙΗΤΡΕΙΟΝ.


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

 [p. 182]

ΠΕΡΙ ΤΩΝ ΕΝ ΚΕΦΑΛΗ ΤΡΩΜΑΤΩΝ.

1. Τῶν ἀνθρώπων αἱ κεφαλαὶ οὐδὲν ὁμοίως σφίσιν αὐταῖς, οὐδὲ αἱ ῥΑφαὶ τῆς κεφαλῆς πάντων κατὰ ταὐτὰ πεφύκασιν. Ἀλλ' ὅστις μὲν ἔχει ἐκ τοῦ ἔμπροσθεν τῆς κεφαλῆς προβολὴν ̔ δὲ προβολή ἐστι τὸ τοῦ ὀστέου ἐξέχον στρογγύλον παρὰ τὸ ἄλλὀ, τουτέου εἰσὶν αἱ ῥΑφαὶ πεφυκυῖαι ἐν τῇ κεφαλῇ, ὡς γράμμα τὸ ταῦ, Τ, γράφεταιτὴν μὲν γὰρ βραχυτέρην γραμμὴν ἔχει πρὸ τῆς προβολῆς ἐπικαρσίην πεφυκυῖαντὴν δ' ἑτέρην γραμμὴν ἔχει διὰ μέσης τῆς κεφαλῆς κατὰ μῆκος πεφυκυῖαν ἐς τὸν τράχηλον αἰεί. Ὅστις δ' ὄπισθεν τῆς κεφαλῆς τὴν προβολὴν ἔχει, αἱ ῥΑφαὶ τουτέῳ πεφύκασι τἀναντία τῷ προτέρῳ μὲν γὰρ βραχυτέρη γραμμὴ πρὸ τῆς προβολῆς πέφυκεν ἐπικαρσίη δὲ μακροτέρη διὰ μέσης τῇς κεφαλῆς πέφυκε κατὰ μῆκος ἐς τὸ μέτωπον αἰεί. Ὅστις δὲ ἀμφοτέρωθεν τῆς κεφαλῆς προβολὴν ἔχει, ἐκ τε τοῦ ἔμπροσθεν καὶ