Oeuvres Completes D'Hippocrate.

Oeuvres Completes D'Hippocrate.
By Hippocrates
Edited by: A. Littre

Amsterdam Adolf M. Hakkert


Digital Hippocrates Collection Table of Contents



ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ

ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ ΝΟΘΑ.

ΠΕΡΙ ΑΙΜΟΡΡΟΙΔΩΝ.

ΠΕΡΙ ΣΥΡΙΓΓΩΝ.

ΠΕΡΙ ΕΛΚΩΝ.

ΠΕΡΙ ΑΡΘΡΩΝ

ΜΟΧΛΙΚΟΣ.

ΑΦΟΡΙΣΜΟΙ.
   ΤΜΗΜΑ ΠΡΩΤΟΝ.
   ΤΜΗΜΑ ΔΕΥΤΕΡΟΝ.
   ΤΜΗΜΑ ΤΡΙΤΟΝ.
   ΤΜΗΜΑ ΤΕΤΑΡΤΟΝ.
   ΤΜΗΜΑ ΠΕΜΠΤΟΝ
   ΤΜΗΜΑ ΕΚΤΟΝ.

ΤΜΗΜΛ ΕΒΔΟΜΟΝ.

ΠΡΟΓΝΩΣΤΙΚΟΝ

ΠΕΡΙ ΑΓΜΩΝ.

ΠΕΡΙ ΙΕΡΗΣ ΝΟΥΣΟΥ.

ΠΕΡΙ ΤΩΝ ΕΝ ΚΕΦΑΛΗ ΤΡΩΜΑΤΩΝ.

ΚΑΤ' ΙΗΤΡΕΙΟΝ.


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

ΠΕΡΙ ΙΕΡΗΣ ΝΟΥΣΟΥ.

 [p. 358]

ἄλλο προβάτιον οὐδὲν αἶγες καὶ βόες. Εἰ δὲ ταῦτα προσφερόμενα καὶ ἐσθιόμενα τὴν νοῦσον τίκτει τε καὶ αὔξει καὶ μὴ ἐσθιόμενα ἰῆται, οὐκ ἐστὶν ἄρα θεὸς αἴτιος οὐδενὸς, οὐδὲ οἱ καθαρμοὶ ὠφελέουσιν, ἀλλὰ τὰ ἐδέσματα τὰ ἰώμενά ἐστι καὶ τὰ βλάπτοντα, τοῦ δὲ θείου ἀφανίζεται δύναμις. Οὕτως οὖν ἔμοιγε δοκέουσιν οἵτινες τούτῳ τῷ τρόπῳ ἐγχειρέουσιν ἰῆσθαι ταῦτα τὰ νοσήματα, οὔτε ἱερὰ νομίζειν εἶναι οὔτε θεῖαὅκου γὰρ ὑπὸ καθαρμῶν τοιούτων μετάστατα γίνεται καὶ ὑπὸ θεραπείης τοιῆσδε, τί κωλύει καὶ ὑφ' ἑτέρων τεχνημάτων ὁμοίων τούτοισιν ἐπιγίνεσθαι τοῖσιν ἀνθρώποισι καὶ προσπίπτειν; ὥστε μηκέτι τὸ θεῖον αἴτιον εἶναι, ἀλλά τι ἀνθρώπινον. Ὅστις γὰρ οἷός τε περικαθαίρων ἐστὶ καὶ μαγεύων ἀπάγειν τοιοῦτον πάθος, οὗτος κἂν ἐπάγοι ἕτερα τεχνησάμενος, καὶ ἐν τούτῳ τῷ λόγῳ τὸ θεῖον ἀπόλλυται. Τοιαῦτα λέγοντες καὶ μηχανεύμενοι προσποιέονται πλέον τι εἰδέναι, καὶ ἀνθρώπους ἐξαπατέουσι προστιθέμενοι τούτοισιν ἁγνείας τε καὶ καθαρότητας, τε πουλὺς αὐτοῖσι τοῦ λόγου ἐς τὸ θεῖον ἀφήκει καὶ τὸ δαιμόνιον. Καίτοι ἔμοιγε οὐ περὶ εὐσεβείης δοκέουσι τοὺς λόγους ποιέεσθαι, ὡς οἴονται, ἀλλὰ περὶ δυσσεβείης μᾶλλον, καὶ ὡς οἱ θεοὶ οὐκ εἰσὶ, τό τε εὐσεβὲς καὶ θεῖον αὐτῶν ἀσεβὲς καὶ ἀνόσιόν ἐστιν, ὡς ἐγὼ διδάξω. Εἰ γὰρ σελήνην τε καθαιρέειν καὶ ἥλιον ἀφανίζειν καὶ χειμῶνά τε καὶ εὐδίην ποιέειν καὶ ὄμβρους καὶ αὐχμοὺς καὶ θάλασσαν ἄφορον καὶ γῆν καὶ τἄλλα