[p. 576]
48. Τοῖσι σπληνώδεσι δυσεντερίη ἐπιγενομένη, ἀγαθόν.
49. Ὁκόσα ποδαγρικὰ νουσήματα γίνεται, ταῦτα ἀποφλεγμήναντα ἐν τεσσαράκοντα ἡμέρῃσιν ἀποκαθίσταται.
50. Ὁκόσοισιν ἂν ὁ ἐγκέφαλος διακοπῇ, τουτέοισιν ἀνάγκη πυρετὸν καὶ χολῆς ἔμετον ἐπιγίνεσθαι.
51. Ὁκόσοισιν ὑγιαίνουσιν ὀδύναι γίνονται ἐξαίφνης ἐν τῇ κεφαλῇ, καὶ παραχρῆμα ἄφωνοι κεῖνται, καὶ ῥέΓκουσιν, ἀπόλλυνται
ἐν ἑπτὰ ἡμέρῃσιν, ἢν μὴ πυρετὸς ἐπιλάβῃ.
52. Σκοπεῖν δὲ χρὴ καὶ τὰς ὑποφάσιας τῶν ὀφθαλμῶν ἐν τοῖσιν ὕπνοισιν‧ ἢν γάρ τι ὑποφαίνηται, ξυμβαλλομένων τῶν βλεφάρων,
τοῦ λευκοῦ μὴ ἐκ διαῤῥΟίης ἐόντι ἢ φαρμακοποσίης,
φλαῦρον τὸ σημεῖον καὶ θανατῶδες σφόδρα.
53. Αἱ παραφροσύναι αἱ μὲν μετὰ γέλωτος γινόμεναι, ἀσφαλέστεραι‧ αἱ δὲ μετὰ σπουδῆς, ἐπισφαλέστεραι.
54. Ἐν τοῖσιν ὀξέσι πάθεσι τοῖσι μετὰ πυρετοῦ αἱ κλαυθμώδεες ἀναπνοαὶ, κακαί.
55. Τὰ ποδαγρικὰ τοῦ ἦρος καὶ τοῦ φθινοπώρου κινέεται ὡς
ἐπὶ τὸ πουλύ.
56. Τοῖσι μελαγχολικοῖσι νουσήμασιν ἐς τάδε ἐπικίνδυνοι αἱ
ἀποσκήψιες‧ ἢ ἀπόπληξιν τοῦ σώματος, ἢ σπασμὸν, ἢ μανίην,
ἢ τύφλωσιν σημαίνουσιν.