Hippocrates Collected Works I

Hippocrates Collected Works I
By Hippocrates
Edited by: W. H. S. Jones (trans.)

Cambridge Harvard University Press 1868


Digital Hippocrates Collection Table of Contents



ΠΕΡΙ ΑΡΧΑΙΗΣ ΙΗΤΡΙΚΗΣ

ΠΕΡΙ ΑΕΡΩΝ ΥΔΑΤΩΝ ΤΟΠΩΝ

ΕΠΙΔΗΜΙΩΝ Α
   κατάστασις πρώτη
   κατάστασις δευτέρη
   κατάστασις τρίτη
   ἄρρωστοι τεσσαρες καίδεκα

ΕΠΙΔΗΜΙΩΝ Γ
   κατάστασις
   Ἑκκαίδεκα ἄρρωστοι

ΟΡΚΟΣ

ΠΑΡΑΓΓΕΛΙΑΙ

ΠΕΡΙ ΤΡΟΦΗΣ


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

ΕΠΙΔΗΜΙΩΝ Α

κατάστασις τρίτη

 [p. 182] πεμπταῖοι, ἑβδομαῖοι, ἐναταῖοι. εἰσὶ δὲ ὀξύταται μὲν καὶ μέγισται καὶ χαλεπώταται νοῦσοι καὶ θανατωδέσταται ἐν τῷ συνεχεῖ πυρετῷ. ἀσφαλέστατος δὲ πάντων καὶ ῥήΪστος καὶ μακρότατος πάντων τεταρταῖοςοὐ γὰρ μοῦνον αὐτὸς ἐφ' ἑωυτοῦ τοιοῦτός ἐστιν, ἀλλὰ καὶ νοσημάτων
10
ἑτέρων μεγάλων ῥύΕται. ἐν δὲ τῷ ἡμιτριταίῳ καλεομένῳ συμπίπτει μὲν καὶ ὀξέα νοσήματα γίνεσθαι, καὶ ἔστι τῶν λοιπῶν οὗτος θανατωδέστατος‧ ἀτὰρ καὶ φθινώδεες καὶ ὅσοι ἄλλα μακρότερα νοσήματα νοσέουσιν, ἐπὶ τούτῳ μάλιστα νοσέουσι. νυκτερινὸς οὐ λίην θανατώδης, μακρὸς δέ. ἡμερινὸς μακρότεροςἔστι δ' οἷσι ῥέΠει καὶ ἐπὶ τὸ φθινῶδες. ἑβδομαῖος μακρός, οὐ θανατώδης. ἐναταῖος ἔτι μακρότερος, οὐ θανατώδης. τριταῖος ἀκριβὴς ταχυκρίσιμος καὶ
20
οὐ θανατώδης. δὲ πεμπταῖος πάντων μὲν κάκιστοςκαὶ γὰρ πρὸ φθίσιος καὶ ἤδη φθίνουσιν
22
ἐπιγινόμενος κτείνει.


χχf. Εἰσὶ δὲ τρόποι καὶ καταστάσιες καὶ παροξυσμοὶ τούτων ἑκάστου τῶν πυρετῶν. αὐτίκα γὰρ συνεχὴς ἔστιν οἷσιν ἀρχόμενος ἀνθεῖ καὶ ἀκμάζει μάλιστα καὶ ἀνάγει ἐπὶ τὸ χαλεπώτατον, περὶ δὲ κρίσιν καὶ ἅμα κρίσει λεπτύνεται‧ ἔστι δ' οἷσιν ἄρχεται μαλακῶς καὶ ὑποβρύχια, ἐπαναδιδοῖ δὲ καὶ παροξύνεται καθ' ἡμέρην ἑκάστην, περὶ δὲ κρίσιν ἅλις ἐξέλαμψενἔστι δ' οἷσιν ἀρχόμενος πρηέως ἐπιδιδοῖ καὶ παροξύνεται
10
καὶ μέχρι τινὸς ἀκμάσας πάλιν ὑφίησι μέχρι κρίσιος καὶ περὶ κρίσιν. συμπίπτει δὲ ταῦτα γίνεσθαι ἐπὶ παντὸς πυρετοῦ καὶ νοσήματος. δεῖ δὲ καὶ τὰ διαιτήματα σκοπεύμενον ἐκ τούτων