Hippocrates Collected Works I

Hippocrates Collected Works I
By Hippocrates
Edited by: W. H. S. Jones (trans.)

Cambridge Harvard University Press 1868


Digital Hippocrates Collection Table of Contents



ΠΕΡΙ ΑΡΧΑΙΗΣ ΙΗΤΡΙΚΗΣ

ΠΕΡΙ ΑΕΡΩΝ ΥΔΑΤΩΝ ΤΟΠΩΝ

ΕΠΙΔΗΜΙΩΝ Α
   κατάστασις πρώτη
   κατάστασις δευτέρη
   κατάστασις τρίτη
   ἄρρωστοι τεσσαρες καίδεκα

ΕΠΙΔΗΜΙΩΝ Γ
   κατάστασις
   Ἑκκαίδεκα ἄρρωστοι

ΟΡΚΟΣ

ΠΑΡΑΓΓΕΛΙΑΙ

ΠΕΡΙ ΤΡΟΦΗΣ


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

ΠΕΡΙ ΤΡΟΦΗΣ

 [p. 346]

χ. Καὶ ὅσα κατὰ μέρος ἐν τροφῇ καλῶς καὶ κακῶς διοικεῖται, καλῶς μὲν ὅσα προείρηται,
3
κακῶς δὲ ὅσα τούτοις τὴν ἐναντίην ἔχει τάξιν.


χΙ. Χυλοὶ ποικίλοι καὶ χρώμασι καὶ δυνάμεσι καὶ ἐς βλαβὴν καὶ ἐς ὠφελίην, καὶ οὔτε βλάπτειν οὔτε ὠφελεῖν, καὶ πλήθει καὶ ὑπερβολῇ καὶ
4
ἐλλείψει καὶ διαπλοκῇ ὧν μέν, ὧν δὲ οὔ.


χΙΙ. Καὶ πάντων ἐς θερμασίην βλάπτει καὶ ὠφελεῖ, ἐς ψύξιν βλάπτει καὶ ὠφελεῖ, ἐς δύναμιν
3
βλάπτει καὶ ὠφελεῖ.


χΙΙΙ. Δυνάμιος δὲ ποικίλαι φύσιες.


χΙf. Χυμοὶ φθείροντες καὶ ὅλον καὶ μέρος καὶ ἔξωθεν καὶ ἔνδοθεν, αὐτόματοι οὐκ αὐτόματοι, ἡμῖν μὲν αὐτόματοι αἰτίῃ δὲ οὐκ αὐτόματοι. αἰτίης δὲ τὰ μὲν δῆλα τὰ δὲ ἄδηλα, καὶ τὰ μὲν
5
δυνατὰ τὰ δὲ ἀδύνατα.


χf. Φύσις ἐξαρκεῖ πάντα πᾶσι.


χfΙ. Ἐς δὲ ταύτην, ἔξωθεν μὲν κατάπλασμα, κατάχρισμα, ἄλειμμα, γυμνότης ὅλου καὶ μέρεος καὶ σκέπη ὅλου καὶ μέρεος, θερμασίη καὶ ψύξις κατὰ τὸν αὐτὸν λόγον, καὶ στύψις καὶ ἕλκωσις καὶ δηγμὸς καὶ λίπασμαἔνδοθεν δὲ τινά τε τῶν εἰρημένων, καὶ ἐπὶ τούτοις αἰτίη ἄδηλος καὶ μέρει
7
καὶ ὅλῳ, τινί τε καὶ οὔ τινι.