On the Natural Faculties.

On the Natural Faculties.
By Galen
Edited by: Arthur John Brock (trans.)

Cambridge, Mass. Harvard University Press


Digital Hippocrates Collection Table of Contents



ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ
   Α
   Β
   Γ


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ

Β

VIII

 [p. 168] χολὴ γίγνεται, περιττόν; καὶ τῆς κενώσεως ἄρα φροντιστέον αὐτῆς μόνης, ἀμελητέον δὲ τῆς γενέσεως; ὥσπερ οὐκ ἄμεινον ὑπάρχον μακρῷ τὸ κωλύειν εὐθὺς ἐξ ἀρχῆς γεννᾶσθαι πλείονα τοῦ πράγματ' ἔχειν ἐκκενοῦντας. θαυμαστὸν δὲ καὶ τὸ διαπορεῖν, εἴτ' ἐν τῷ σώματι τὴν γένεσιν αὐτῆς ὑποθετέον εἴτ' εὐθὺς ἔξωθεν ἐν τοῖς σιτίοις περιέχεσθαι φατέον, εἰ γὰρ δὴ τοῦτο καλῶς ἠπόρηται, τί οὐχὶ καὶ περὶ τοῦ αἵματος ἐπισκε
108
ψόμεθα, πότερον ἐν τῷ σώματι λαμβάνει τὴν γένεσιν τοῖς σιτίοις παρέσπαρται, καθάπερ οἱ τὰς ὁμοιομερείας ὑποτιθέμενοί φασι; καὶ μὴν πολλῷ γ' ἦν χρησιμώτερον ζητεῖσθαι, ποῖα τῶν σιτίων ὁμολογεῖ τῇ τῆς αἱματώσεως ἐνεργείᾳ καὶ ποῖα διαφέρεται, τοῦ ζητεῖν, τίνα μὲν τῇ τῆς γαστρὸς ἐνεργείᾳ νικᾶται ῥᾳΔίως, τίνα δ' ἀντιβαίνει καὶ μάχεται. τούτων μὲν γὰρ ἔκλεξις εἰς πέψιν μόνην, ἐκείνων δ' εἰς αἵματος χρηστοῦ διαφέρει γένεσιν. οὐδὲ γὰρ ἴσον ἐστὶν μὴ καλῶς ἐν τῇ γαστρὶ χυλωθῆναι τὴν τροφὴν μὴ χρηστὸν αἷμα γεννηθῆναι. πῶς δ' οὐκ αἰδεῖται τὰς μὲν τῆς πέψεως ἀποτυχίας διαιρούμενος, ὡς πολλαί τ' εἰσὶ καὶ κατὰ πολλὰς γίγνονται προφάσεις, ὑπὲρ δὲ τῶν τῆς αἱματώσεως σφαλμάτων οὐδ' ἄχρι ῥήΜατος ἑνὸς οὐδ' ἄχρι συλλαβῆς μιᾶς φθεγξάμενος; καὶ μὴν εὑρίσκεταί γε καὶ παχὺ καὶ λεπτὸν ἐν ταῖς φλεψὶν αἷμα καὶ τοῖς μὲν ἐρυθρότερον, τοῖς δὲ ξανθότερον, τοῖς δὲ μελάντερον, τοῖς δὲ φλεγματωδέστερον. εἰ δ' ὅτι