On the Natural Faculties.

On the Natural Faculties.
By Galen
Edited by: Arthur John Brock (trans.)

Cambridge, Mass. Harvard University Press


Digital Hippocrates Collection Table of Contents



ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ
   Α
   Β
   Γ


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ

Α

 [p. 16]

IV

δ' οὖν δύναμις ἐν ταῖς φλεψὶν αἱματοποιητικὴ προσαγορευομένη καὶ πᾶσα δ' ἄλλη δύναμις ἐν τῷ πρός τι νενόηταιπρώτως μὲν γὰρ τῆς ἐνεργείας αἰτία, ἤδη δὲ καὶ τοῦ ἔργου κατὰ συμβεβηκός. ἀλλ' εἴπερ αἰτία πρός τι, τοῦ γὰρ ὑπ' αὐτῆς γενομένου μόνου, τῶν δ' ἄλλων οὐδενός, εὔδηλον, ὅτι καὶ δύναμις ἐν τῷ πρός τι. καὶ μέχρι γ' ἂν ἀγνοῶμεν τὴν οὐσίαν τῆς ἐνεργούσης αἰτίας, δύναμιν αὐτὴν ὀνομάζομεν, εἶναί τινα λέγοντες ἐν ταῖς φλεψὶν αἱματοποιητικήν, ὡσαύτως δὲ κἀν τῇ κοιλίᾳ πεπτικὴν κἀν τῇ καρδίᾳ σφυγμικὴν καὶ καθ' ἕκαστον τῶν ἄλλων
10
ἰδίαν τινὰ τῆς κατὰ τὸ μόριον ἐνεργείας. εἴπερ οὖν μεθόδῳ μέλλοιμεν ἐξευρήσειν, ὁπόσαι τε καὶ ὁποῖαί τινες αἱ δυνάμεις εἰσίν, ἀπὸ τῶν ἔργων αὐτῶν ἀρκτέονἕκαστον γὰρ αὐτῶν ὑπό τινος ἐνεργείας γίγνεται καὶ τούτων ἑκάστης προηγεῖταί τις αἰτία.


V

Ἔργα τοίνυν τῆς φύσεως ἔτι μὲν κυουμένου τε καὶ διαπλαττομένου τοῦ ζῴου τὰ σύμπαντ' ἐστὶ τοῦ σώματος μόρια, γεννηθέντος δὲ κοινὸν ἐφ' ἅπασιν ἔργον εἰς τὸ τέλειον ἑκάστῳ μέγεθος ἀγωγὴ καὶ μετὰ ταῦθ' μέχρι τοῦ δυνατοῦ διαμονή.

Ἐνέργειαι δ' ἐπὶ τρισὶ τοῖς εἰρημένοις ἔργοις τρεῖς ἐξ ἀνάγκης, ἐφ' ἑκάστῳ μία, γένεσίς τε καὶ