On the Natural Faculties.

On the Natural Faculties.
By Galen
Edited by: Arthur John Brock (trans.)

Cambridge, Mass. Harvard University Press


Digital Hippocrates Collection Table of Contents



ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ
   Α
   Β
   Γ


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ

Β

IV

 [p. 144]

Πάλιν οὖν ἀναλάβωμεν τὸν αὐτὸν λόγον εἰπόντες τέ τι βραχὺ πρὸς τοὺς Ἐρασιστρατείους ἔτι τῶν ἐφεξῆς ἐχώμεθα. δοκοῦσι γάρ μοι μηδὲν ἀνεγνωκέναι τῶν Ἀριστοτέλους οὗτοι συγγραμμάτων, ἀλλ' ἄλλων ἀκούοντες, ὡς δεινὸς ἦν περὶ φύσιν ἄνθρωπος καὶ ὡς οἱ ἀπὸ τῆς στοᾶς κατ' ἴχνη τῆς ἐκείνου φυσιολογίας βαδίζουσιν, εἶθ' εὑρόντες ἕν τι τῶν περιφερομένων δογμάτων κοινὸν αὐτῷ πρὸς Ἐρασίστρατον ἀναπλάσαι τινὰ συνουσίαν αὐτοῦ πρὸς ἐκείνους τοὺς ἄνδρας. ἀλλ' ὅτι μὲν τῆς Ἀριστοτέλους φυσιολογίας οὐδὲν Ἐρασιστράτῳ μέτεστιν, κατάλογος τῶν προειρημένων ἐνδείκνυται δογμάτων, πρώτου μὲν Ἱπποκράτους ἦν, δευτέρου δ' Ἀριστοτέλους, τρίτων δὲ τῶν Στωϊκῶν, ἑνὸς μόνου μετατιθεμένου τοῦ τὰς ποιότητας εἶναι σώματα.

Τάχα δ' ἂν τῆς λογικῆς ἕνεκα θεωρίας ὡμιληκέναι φαῖεν τὸν Ἐρασίστρατον τοῖς ἐκ τοῦ περιπάτου φιλοσόφοις, οὐκ εἰδότες, ὡς ἐκεῖνοι
93
μὲν ψευδεῖς καὶ ἀπεράντους οὐκ ἔγραψαν λόγους, τὰ δ' Ἐρασιστράτεια βιβλία παμπόλλους ἔχει τοὺς τοιούτους.

Τάχ' ἂν οὖν ἤδη τις θαυμάζοι καὶ διαποροίη, τί παθὼν Ἐρασίστρατος εἰς τοσοῦτον τῶν Ἱπποκράτους δογμάτων ἀπετράπετο καὶ διὰ τί τῶν ἐν ἥπατι πόρων τῶν χοληδόχων, ἅλις γὰρ ἤδη νεφρῶν, ἀφελόμενος τὴν ἑλκτικὴν δύναμιν ἐπίκαιρον αἰτιᾶται θέσιν καὶ στομάτων