On the Natural Faculties.

On the Natural Faculties.
By Galen
Edited by: Arthur John Brock (trans.)

Cambridge, Mass. Harvard University Press


Digital Hippocrates Collection Table of Contents



ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ
   Α
   Β
   Γ


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ

Β

 [p. 120] μέχρι παντὸς ἀδυνατός ἐστιν ἐξικνεῖσθαι καὶ διὰ τοῦτ' ἄλλης τινὸς δεῖ μηχανῆς εἰς τὴν πάντη φορὰν τοῦ αἵματος, ἀναγκαία μὲν πρὸς τὸ κενούμενον ἀκολουθία προσεξεύρηται‧ πλῆθος δ'
77
ἐν οὐδενὶ τῶν μεθ' ἧπαρ ἔσται μορίων, , εἴπερ ἄρα, περὶ τὴν καρδίαν τε καὶ τὸν πνεύμονα. μόνη γὰρ αὕτη τῶν μεθ' ἧπαρ εἰς τὴν δεξιὰν αὑτῆς κοιλίαν ἕλκει τὴν τροφήν, εἶτα διὰ τῆς φλεβὸς τῆς ἀρτηριώδους ἐκπέμπει τῷ πνεύμονιτῶν γὰρ ἄλλων οὐδὲν οὐδ' αὐτὸς Ἐρασίστρατος ἐκ καρδίας βούλεται τρέφεσθαι διὰ τὴν τῶν ὑμένων ἐπίφυσιν. εἰ δέ γ', ἵνα πλῆθος γένηται, φυλάξομεν ἄχρι παντὸς τὴν ῥώΜην τῆς κατὰ τὴν κοιλίαν ἐνθλίψεως, οὐδὲν ἔτι δεόμεθα τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας, μάλιστ' εἰ καὶ τὴν τῶν φλεβῶν συνυποθοίμεθα περιστολήν, ὡς αὖ καὶ τοῦτ' αὐτῷ πάλιν ἀρέσκει τῷ Ἐρασιστράτῳ.


II

Ἀναμνηστέον οὖν αὖθις αὐτόν, κἂν μὴ βούληται, τῶν νεφρῶν καὶ λεκτέον, ὡς ἔλεγχος οὗτοι φανερώτατος ἁπάντων τῶν ἀποχωρούντων τῆς ὁλκῆςοὐδεὶς γὰρ οὐδὲν οὔτ' εἶπε πιθανόν, ἀλλ' οὐδ' ἐξευρεῖν εἶχε κατ' οὐδένα τρόπον, ὡς