On the Natural Faculties.

On the Natural Faculties.
By Galen
Edited by: Arthur John Brock (trans.)

Cambridge, Mass. Harvard University Press


Digital Hippocrates Collection Table of Contents



ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ
   Α
   Β
   Γ


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ

Α

XVI

 [p. 96] ὡς ἀγνοοῦντα. καίτοι τί λέγω ῥΗτορικῶς; μὴ γάρ, ἐπειδή τινες τῶν ῥΗτόρων, μάλιστ' ἀδυνατοῦσι διαλύεσθαι, ταῦτα διαγελάσαντες οὐδ' ἐπιχειροῦσιν ἀντιλέγειν, ἤδη που τοῦτο καὶ ἡμεῖς ἡγώμεθ' εἶναι τὸ ῥΗτορικῶςτὸ γὰρ διὰ λόγου
62
πιθανοῦ ἐστι τὸ ῥΗτορικῶς, τὸ δ' ἄνευ λόγου βωμολοχικόν, οὐ ῥΗτορικόν. οὔκουν οὔτε ῥΗτορικῶς οὔτε διαλεκτικῶς ἀντεῖπεν Ἐρασίστρατος ἐν τῷ περὶ τῆς καταπόσεως λόγῳ. τί γάρ φησιν; "Ὁλκὴ μὲν οὖν τῆς κοιλίας οὐδεμία φαίνεται εἶναι." πάλιν οὖν αὐτῷ παρ' ἡμῶν ἀντιμαρτυρῶν αὐτὸς λόγος ἀντιπαραβαλλέσθω‧ περιστολὴ μὲν οὖν τοῦ στομάχου οὐδεμία φαίνεται εἶναι. καὶ πῶς οὐ φαίνεται; τάχ' ἂν ἴσως εἴποι τις τῶν ἀπ' αὐτοῦτὸ γὰρ ἀεὶ τῶν ἄνωθεν αὐτοῦ μερῶν συστελλομένων διαστέλλεσθαι τὰ κάτω πῶς οὐκ ἔστι τῆς περιστολῆς ἐνδεικτικόν; αὖθις οὖν ἡμεῖς, καὶ πῶς οὐ φαίνεται, φήσομεν, τῆς κοιλίας ὁλκή; τὸ γὰρ ἀεὶ τῶν κάτωθεν μερῶν τοῦ στομάχου διαστελλομένων συστέλλεσθαι τὰ ἄνω πῶς οὐκ ἔστι τῆς ὁλκῆς ἐνδεικτικόν; εἰ δὲ σωφρονήσειέ ποτε καὶ γνοίη τὸ φαινόμενον τοῦτο μηδὲν μᾶλλον τῆς ἑτέρας τῶν δοξῶν ὑπάρχειν ἐνδεικτικὸν ἀλλ' ἀμφοτέρων εἶναι κοινόν, οὕτως ἂν ἤδη δείξαιμεν αὐτῷ τὴν ὀρθὴν ὁδὸν τῆς τοῦ ἀληθοῦς εὑρέσεως.

Ἀλλὰ περὶ μὲν τῆς κοιλίας αὖθις. δὲ τῆς
63
τροφῆς ἀνάδοσις οὐδὲν δεῖται τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας ἅπαξ γε τῆς ἑλκτικῆς δυνάμεως