On the Natural Faculties.

On the Natural Faculties.
By Galen
Edited by: Arthur John Brock (trans.)

Cambridge, Mass. Harvard University Press


Digital Hippocrates Collection Table of Contents



ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ
   Α
   Β
   Γ


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ

Γ

XV

 [p. 326] ποτ' αὐτὰ πλήθει περιττῆς ὑγρότητος ἀκαίρως ἐπιρρεούσης.

γὰρ δὴ τρόπος τῆς θρέψεως αὐτῶν τοιόσδε τίς ἐστι. τοῦ συνεχοῦς ἑαυτῷ σώματος, οἷόνπερ τὸ ἁπλοῦν ἀγγεῖον Ἐρασίστρατος ὑποτίθεται, τὰ μὲν ἐπιπολῆς μέρη πρῶτα τῆς ὁμιλούσης ἀπολαύει τροφῆςἐκ δὲ τούτων αὖ μεταλαμβάνει κατὰ τὸ συνεχὲς ἕλκοντα τὰ τούτων ἑξῆς, εἶτ' ἐξ ἐκείνων αὖθις ἕτερα καὶ τοῦτ' οὐ παύεται γιγνόμενον, ἄχρις ἂν εἰς ἅπαντ' αὐτοῦ διαδοθῇ τὰ μόρια τῆς τρεφούσης οὐσίας ποιότης. ὅσα δὲ
212
τῶν μορίων ἐπὶ πλέον ἀλλοιουμένου δεῖται τοῦ μέλλοντος αὐτὰ θρέψειν χυμοῦ, τούτοις ὥσπερ τι ταμιεῖον φύσις παρεσκεύασεν ἤτοι κοιλίας σήραγγας τι ταῖς σήραγξιν ἀνάλογον. αἱ μὲν γὰρ σάρκες αἵ τε τῶν σπλάγχνων ἁπάντων αἵ τε τῶν μυῶν ἐξ αἵματος αὐτοῦ τρέφονται βραχεῖαν ἀλλοίωσιν δεξαμένου. τὰ δ' ὀστᾶ παμπόλλης ἐν τῷ μεταξὺ δεῖται τῆς μεταβολῆς, ἵνα τραφῇ, καὶ ἔστιν οἷόνπερ τὸ αἷμα ταῖς σαρξί, τοιοῦτος μυελὸς τοῖς ὀστοῖς ἐν μὲν τοῖς μικροῖς τε καὶ ἀκοιλίοις κατὰ τὰς σήραγγας αὐτῶν διεσπαρμένος, ἐν δὲ τοῖς μείζοσί τε καὶ κοιλίας ἔχουσιν ἐν ἐκείναις ἠθροισμένος.

ὡς Γὰρ καὶ διὰ τοῦ πρώτου γράμματος ἐδείκνυτο, τοῖς μὲν ὁμοίαν ἔχουσι τὴν οὐσίαν εἰς ἄλληλα μεταβάλλειν ἐγχωρεῖ, τοῖς δὲ πάμπολυ διεστῶσιν ἀμήχανον ἀλλήλοις ὁμοιωθῆναι χωρὶς τῶν ἐν μέσῳ μεταβολῶν. τοιοῦτόν τι καὶ τοῖς