On the Natural Faculties.

On the Natural Faculties.
By Galen
Edited by: Arthur John Brock (trans.)

Cambridge, Mass. Harvard University Press


Digital Hippocrates Collection Table of Contents



ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ
   Α
   Β
   Γ


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ

Α

 [p. 32]

οὐδέπω τῶν τοῦ ζῴου μορίων ἐφήψατο, κοιλίας λέγω καὶ ἐντέρων καὶ ἥπατος καὶ τῶν ὁμοίων, οὐδ' ἐξηγήσατο τὰς ἐν αὐτοῖς δυνάμεις, αὖθις δόξειεν ἂν οἷον προοίμιόν τι μόνον εἰρῆσθαι
20
τῆς χρησίμου διδασκαλίας. τὸ γὰρ σύμπαν ὧδ' ἔχει. γένεσις καὶ αὔξησις καὶ θρέψις τὰ πρῶτα καὶ οἷον κεφάλαια τῶν ἔργων ἐστὶ τῆς φύσεωςὥστε καὶ αἱ τούτων ἐργαστικαὶ δυνάμεις αἱ πρῶται τρεῖς εἰσι καὶ κυριώταταιδέονται δ' εἰς ὑπηρεσίαν, ὡς ἤδη δέδεικται, καὶ ἀλλήλων καὶ ἄλλων. τίνων μὲν οὖν γεννητική τε καὶ αὐξητικὴ δέονται, εἴρηται, τίνων δ' θρεπτική, νῦν εἰρήσεται.


X

Δοκῶ γάρ μοι δείξειν τὰ περὶ τὴν τῆς τροφῆς οἰκονομίαν ὄργανά τε καὶ τὰς δυνάμεις αὐτῶν διὰ ταύτην γεγονότα. ἐπειδὴ γὰρ ἐνέργεια ταύτης τῆς δυνάμεως ἐξομοίωσίς ἐστιν, ὁμοιοῦσθαι δὲ καὶ μεταβάλλειν εἰς ἄλληλα πᾶσι τοῖς οὖσιν ἀδύνατον, εἰ μή τινα ἔχοι κοινωνίαν ἤδη καὶ συγγένειαν ἐν ταῖς ποιότησι, διὰ τοῦτο πρῶτον μὲν οὐκ ἐκ πάντων ἐδεσμάτων πᾶν ζῷον τρέφεσθαι πέφυκεν, ἔπειτα δ' οὐδ' ἐξ ὧν οἷόν τ' ἐστὶν οὐδ' ἐκ τούτων παραχρῆμα, καὶ διὰ ταύτην