On the Natural Faculties.

On the Natural Faculties.
By Galen
Edited by: Arthur John Brock (trans.)

Cambridge, Mass. Harvard University Press


Digital Hippocrates Collection Table of Contents



ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ
   Α
   Β
   Γ


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ

Γ

 [p. 244] περιειληφυῖαν ἀκίνητον, ὡς δοκεῖν ἡνῶσθαι καὶ περιπεφυκέναι τοῖς σιτίοιςἐν δὲ τούτῳ καὶ τὸν πυλωρὸν εὕρισκον ἀεὶ μεμυκότα καὶ κεκλεισμένον ἀκριβῶς ὥσπερ τὸ τῶν ὑστερῶν στόμα ταῖς ἐγκύμοσιν.

Ἐπὶ μέντοι ταῖς πέψεσι συμπεπληρωμέναις ἀνέῳκτο μὲν πυλωρός, γαστὴρ δὲ περισταλτικῶς ἐκινεῖτο παραπλησίως τοῖς ἐντέροις.


V

Ἅπαντ' οὖν ἀλλήλοις ὁμολογεῖ ταῦτα καὶ τῇ γαστρὶ καὶ ταῖς ὑστέραις καὶ ταῖς κύστεσιν εἶναί τινας ἐμφύτους δυνάμεις καθεκτικὰς μὲν τῶν
158
οἰκείων ποιοτήτων, ἀποκριτικὰς δὲ τῶν ἀλλοτρίων. ὅτι μὲν γὰρ ἕλκει τὴν χολὴν εἰς ἑαυτὴν ἐπὶ τῷ ἥπατι κύστις, ἔμπροσθεν δέδεικται, ὅτι δὲ καὶ ἀποκρίνει καθ' ἑκάστην ἡμέραν εἰς τὴν γαστέρα, καὶ τοῦτ' ἐναργῶς φαίνεται. καὶ μὴν εἰ διεδέχετο τὴν ἑλκτικὴν δύναμιν ἐκκριτικὴ καὶ μὴ μέση τις ἀμφοῖν ἦν καθεκτική, διὰ παντὸς ἐχρῆν ἀνατεμνομένων τῶν ζῴων ἴσον πλῆθος χολῆς εὑρίσκεσθαι κατὰ τὴν κύστινοὐ μὴν εὑρίσκεταί γε. ποτὲ μὲν γὰρ πληρεστάτη, ποτὲ δὲ κενοτάτη, ποτὲ δὲ τὰς ἐν τῷ μεταξὺ διαφορὰς ἔχουσα θεωρεῖται, καθάπερ καὶ ἑτέρα κύστις τὸ οὖρον ὑποδεχομένη. ταύτης μέν γε καὶ πρὸ τῆς ἀνατομῆς αἰσθανόμεθα, πρὶν ἀνιαθῆναι τῷ πλήθει βαρυνθεῖσαν τῇ δριμύτητι δηχθεῖσαν,