On the Natural Faculties.

On the Natural Faculties.
By Galen
Edited by: Arthur John Brock (trans.)

Cambridge, Mass. Harvard University Press


Digital Hippocrates Collection Table of Contents



ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ
   Α
   Β
   Γ


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ

Γ

 [p. 226]

II

Ἀλλ' ἡμεῖς οὐ τούτῳ μόνῳ τῷ γένει τῆς ἀποδείξεως εἰθισμένοι χρῆσθαι, προστιθέντες δ' αὐτῷ καὶ τὰς ἐκ τῶν ἐναργῶς φαινομένων ἀναγκαζούσας τε καὶ βιαζομένας πίστεις ἐπὶ τὰς τοιαύτας καὶ νῦν ἀφιξόμεθα καὶ δείξομεν ἐπὶ μέν τινων μορίων τοῦ σώματος οὕτως ἐναργῆ τὴν καθεκτικὴν δύ
146
ναμιν, ὡς αὐταῖς ταῖς αἰσθήσεσι διαγιγνώσκεσθαι τὴν ἐνέργειαν αὐτῆς, ἐπὶ δέ τινων ἧττον μὲν ἐναργῶς ταῖς αἰσθήσεσι, λόγῳ δὲ κἀνταῦθα φωραθῆναι δυναμένην.

Ἀρξώμεθ' οὖν τῆς διδασκαλίας ἀπ' αὐτοῦ τοῦ τέως πρῶτον μεθόδῳ τινὶ προχειρίσασθαι μόρι' ἄττα τοῦ σώματος, ἐφ' ὧν ἀκριβῶς ἔστι βασανίσαι τε καὶ ζητῆσαι τὴν καθεκτικὴν δύναμιν ὁποία ποτ' ἐστίν.

Ἆρ' οὖν ἄμεινον ἄν τις ἑτέρωθεν ἀπὸ τῶν μεγίστων τε καὶ κοιλοτάτων ὀργάνων ὑπάρξαιτο τῆς ζητήσεως; ἐμοὶ μὲν οὖν οὐκ ἂν δοκεῖ βέλτιον. ἐναργεῖς γοῦν εἰκὸς ἐπὶ τούτων φανῆναι τὰς ἐνεργείας διὰ τὸ μέγεθοςὡς τά γε σμικρὰ τάχ' ἄν, εἰ καὶ σφοδρὰν ἔχει τὴν τοιαύτην δύναμιν, ἀλλ' οὐκ αἰσθήσει γ' ἑτοίμην διαγιγνώσκεσθαι τὴν ἐνέργειαν αὐτῆς.

Ἀλλ' ἔστιν ἐν τοῖς μάλιστα κοιλότατα καὶ μέγιστα τῶν τοῦ ζῴου μορίων τε γαστὴρ καὶ αἱ μῆτραί τε καὶ ὑστέραι καλούμεναι. τί οὖν κωλύει ταῦτα πρῶτα προχειρισαμένους ἐπισκέψασθαι τὰς ἐνεργείας αὐτῶν, ὅσαι μὲν καὶ πρὸ τῆς ἀνατομῆς