De bello Judaico libri viiMachine readable text


De bello Judaico libri vii
By Flavius Josephus
Edited by: B. Niese

Berlin Weidmann 1895



Perseus Documents Collection Table of Contents



*flaui/ou *)iwsh/pou i(stori/a *)ioudai+kou= pole/mou pro\s *(rwmai/ous bibli/on a.

*flaui/ou *)iwsh/pou i(stori/a *)ioudai+kou= pole/mou pro\s *(rwmai/ous lo/gos b.

*flaui/ou *)iwsh/pou i(stori/a *)ioudai+kou= pole/mou pro\s *(rwmai/ous bibli/on g.

*flaui/ou *)iwsh/pou i(stori/a *)ioudai+kou= pole/mou pro\s *(rwmai/ous bibli/on d.

*flaui/ou *)iwsh/pou i(stori/a *)ioudai+kou= pole/mou pro\s *(rwmai/ous bibli/on e.

*flaui/ou *)iwsh/pou i(stori/a *)ioudai+kou= pole/mou pro\s *(rwmai/ous bibli/on .

*flaui/ou *)iwsh/pou i(stori/a *)ioudai+kou= pole/mou pro\s *(rwmai/ous bibli/on z.


Funded by The Annenberg CPB/Project

Φλαυίου Ἰωσήπου ἱστορία Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους βιβλίον .

  [ωηιστον σεξτ. 1] [σεξτ. 409]

Παρελθὼν δὲ Τίτος εἴσω τά τε ἄλλα τῆς ὀχυρότητος τὴν πόλιν καὶ τῶν πύργων ἀπεθαύμασεν, οὓς οἱ τύραννοι κατὰ φρενοβλάβειαν ἀπέλιπον. [σεξτ. 410] κατιδὼν γοῦν τό τε ναστὸν αὐτῶν ὕψος καὶ τὸ μέγεθος ἑκάστης πέτρας τήν τε ἀκρίβειαν τῆς ἁρμονίας, καὶ ὅσοι μὲν εὖρος ἡλίκοι δὲ ἦσαν τὴν ἀνάστασιν, [σεξτ. 411] σὺν θεῷ γε ἐπολεμήσαμεν, ἔφη, καὶ θεὸς ἦν τῶνδε τῶν ἐρυμάτων Ἰουδαίους καθελών, ἐπεὶ χεῖρες ἀνθρώπων μηχαναὶ τί πρὸς τούτους τοὺς [σεξτ. 412] πύργους δύνανται; τότε μὲν οὖν πολλὰ τοιαῦτα διελέχθη πρὸς τοὺς φίλους, τοὺς δὲ τῶν τυράννων δεσμώτας, ὅσοι κατελήφθησαν ἐν τοῖς φρουρίοις, ἀνῆκεν. [σεξτ. 413] αὖθις δὲ τὴν ἄλλην ἀφανίζων πόλιν καὶ τὰ τείχη κατασκάπτων τούτους τοὺς πύργους κατέλιπε μνημεῖον εἶναι τῆς αὐτοῦ τύχης, συστρατιώτιδι χρησάμενος ἐκράτησε τῶν ἁλῶναι μὴ δυναμένων. [ωηιστον σεξτ. 2] [σεξτ. 414]

Ἐπεὶ δ' οἱ στρατιῶται μὲν ἔκαμνον ἤδη φονεύοντες, πολὺ δέ τι πλῆθος τῶν περιόντων ἀνεφαίνετο, κελεύει Καῖσαρ μόνους μὲν τοὺς ἐνόπλους καὶ χεῖρας ἀντίσχοντας κτείνειν, τὸ δὲ λοιπὸν πλῆθος ζωγρεῖν. [σεξτ. 415] οἱ δὲ μετὰ τῶν παρηγγελμένων τό τε γηραιὸν καὶ τοὺς ἀσθενεῖς ἀνῄρουν, τὸ δ' ἀκμάζον καὶ χρήσιμον εἰς τὸ ἱερὸν συνελάσαντες ἐγκατέκλεισαν τῷ τῶν γυναικῶν περιτειχίσματι. [σεξτ. 416] καὶ φρουρὸν μὲν ἐπέστησε Καῖσαρ ἕνα τῶν ἀπελευθέρων, Φρόντωνα δὲ τῶν φίλων ἐπικρινοῦντα τὴν ἀξίαν ἑκάστῳ τύχην. [σεξτ. 417] δὲ τοὺς μὲν στασιώδεις καὶ λῃστρικοὺς πάντας ὑπ' ἀλλήλων ἐνδεικνυμένους ἀπέκτεινε, τῶν δὲ νέων τοὺς ὑψηλοτάτους καὶ καλοὺς ἐπιλέξας ἐτήρει τῷ θριάμβῳ. [σεξτ. 418] τοῦ δὲ λοιποῦ πλήθους τοὺς ὑπὲρ ἑπτακαίδεκα ἔτη δήσας ἔπεμψεν εἰς τὰ κατ' Αἴγυπτον ἔργα, πλείστους δ' εἰς τὰς ἐπαρχίας διεδωρήσατο Τίτος φθαρησομένους ἐν τοῖς θεάτροις σιδήρῳ καὶ θηρίοις: οἱ δ' ἐντὸς ἑπτακαίδεκα ἐτῶν ἐπράθησαν. [σεξτ. 419] ἐφθάρησαν δὲ αὐτῶν ἐν αἷς διέκρινεν Φρόντων ἡμέραις ὑπ' ἐνδείας χίλιοι πρὸς τοῖς μυρίοις, οἱ μὲν ὑπὸ μίσους τῶν φυλάκων μὴ μεταλαμβάνοντες τροφῆς, οἱ δ' οὐ προσιέμενοι διδομένην: πρὸς δὲ τὸ πλῆθος ἦν ἔνδεια καὶ σίτου. [ωηιστον σεξτ. 3] [σεξτ. 420]

Τῶν μὲν οὖν αἰχμαλώτων πάντων, ὅσα καθ' ὅλον ἐλήφθη τὸν πόλεμον, ἀριθμὸς ἐννέα μυριάδες καὶ ἑπτακισχίλιοι συνήχθη, τῶν δὲ ἀπολομένων κατὰ πᾶσαν τὴν πολιορκίαν μυριάδες ἑκατὸν καὶ δέκα. [σεξτ. 421] τούτων τὸ πλέον ὁμόφυλον μὲν ἀλλ' οὐκ ἐπιχώριον: ἀπὸ γὰρ τῆς χώρας ὅλης ἐπὶ τὴν τῶν ἀζύμων ἑορτὴν συνεληλυθότες ἐξαπίνης τῷ πολέμῳ περιεσχέθησαν, ὥστε τὸ μὲν πρῶτον αὐτοῖς τὴν στενοχωρίαν γενέσθαι λοιμώδη φθοράν, αὖθις δὲ καὶ λιμὸν ὠκύτερον. [σεξτ. 422] ὅτι δ' ἐχώρει τοσούτους πόλις, δῆλον ἐκ τῶν ἐπὶ Κεστίου συναριθμηθέντων, ὃς τὴν ἀκμὴν τῆς πόλεως διαδηλῶσαι Νέρωνι βουλόμενος καταφρονοῦντι τοῦ ἔθνους παρεκάλεσεν τοὺς ἀρχιερεῖς, εἴ πως δυνατὸν εἴη τὴν πληθὺν ἐξαριθμήσασθαι: [σεξτ. 423] οἱ δ' ἐνστάσης ἑορτῆς, πάσχα καλεῖται, καθ' ἣν θύουσιν μὲν ἀπὸ ἐνάτης ὥρας μέχρις ἑνδεκάτης, ὥσπερ δὲ φατρία περὶ ἑκάστην γίνεται θυσίαν οὐκ ἐλάσσων ἀνδρῶν δέκα, μόνον γὰρ οὐκ ἔξεστιν δαίνυσθαι, πολλοὶ δὲ καὶ συνείκοσιν ἀθροίζονται, [σεξτ. 424] τῶν μὲν θυμάτων εἰκοσιπέντε μυριάδας ἠρίθμησαν, πρὸς δὲ πεντακισχίλια ἑξακόσια. [σεξτ. 425] γίνονται ἀνδρῶν, ἵν' ἑκάστου δέκα δαιτυμόνας θῶμεν, μυριάδες ἑβδομήκοντα καὶ διακόσιαι καθαρῶν ἁπάντων καὶ ἁγίων: [σεξτ. 426] οὔτε γὰρ λεπροῖς οὔτε γονορροιϊκοῖς οὔτε γυναιξὶν ἐπεμμήνοις οὔτε τοῖς ἄλλως μεμιασμένοις ἐξὸν ἦν τῆσδε τῆς θυσίας μεταλαμβάνειν, [ωηιστον σεξτ. 4] [σεξτ. 427] ἀλλ' οὐδὲ τοῖς ἀλλοφύλοις, ὅσοι κατὰ θρησκείαν παρῆσαν, πολὺ δὲ τούτων πλῆθος ἔξωθεν συλλέγεται. [σεξτ. 428] τότε γε μὴν ὥσπερ εἰς εἱρκτὴν ὑπὸ τῆς εἱμαρμένης πᾶν συνεκλείσθη τὸ ἔθνος, καὶ ναστὴν πόλεμος τὴν πόλιν ἀνδρῶν ἐκυκλώσατο. [σεξτ. 429] πᾶσαν γοῦν ἀνθρωπίνην καὶ δαιμονίαν φθορὰν ὑπερβάλλει τὸ πλῆθος τῶν ἀπολωλότων: ἐπεὶ γοῦν τῶν φανερῶν οὓς μὲν ἀνεῖλον οὓς δ' ᾐχμαλωτίσαντο Ῥωμαῖοι, τοὺς ἐν τοῖς ὑπονόμοις ἀνηρεύνων καὶ τοὔδαφος ἀναῤῥηγνύντες ὅσοις μὲν ἐνετύγχανον ἔκτεινον, [σεξτ. 430] εὑρέθησαν δὲ κἀκεῖ νεκροὶ πλείους δισχιλίων, οἱ μὲν ὑπὸ σφῶν αὐτῶν οἱ δὲ ὑπ' ἀλλήλων, τὸ πλέον δ' ὑπὸ τοῦ λιμοῦ διεφθαρμένοι. [σεξτ. 431] δεινὴ δ' ὑπήντα τοῖς ἐπεισπίπτουσιν ὀδμὴ τῶν σωμάτων, ὡς πολλοὺς μὲν ἀναχωρεῖν εὐθέως, τοὺς δὲ ὑπὸ πλεονεξίας εἰσδύεσθαι νεκροὺς σεσωρευμένους ἐμπατοῦντας: [σεξτ. 432] πολλὰ γὰρ τῶν κειμηλίων ἐν ταῖς διώρυξιν εὑρίσκετο, καὶ πᾶσαν θεμιτὴν ὁδὸν ἐποίει τὸ κέρδος: ἀνήγοντο δὲ καὶ δεσμῶται πολλοὶ τῶν τυράννων: οὐδὲ γὰρ ἐν ἐσχάτοις ἐπαύσαντο τῆς ὠμότητος. [σεξτ. 433] ἀπετίσατό γε μὴν θεὸς ἀμφοτέρους ἀξίως, καὶ Ἰωάννης μὲν λιμώττων μετὰ τῶν ἀδελφῶν ἐν τοῖς ὑπονόμοις ἣν πολλάκις ὑπερηφάνησε παρὰ Ῥωμαίων δεξιὰν λαβεῖν ἱκέτευσε, Σίμων δὲ πολλὰ διαμαχήσας πρὸς τὴν ἀνάγκην, ὡς διὰ τῶν ἑξῆς δηλώσομεν, αὑτὸν παραδίδωσιν. [σεξτ. 434] ἐφυλάχθη δὲ μὲν τῷ θριάμβῳ σφάγιον, δ' Ἰωάννης δεσμοῖς αἰωνίοις. Ῥωμαῖοι δὲ τάς τ' ἐσχατιὰς τοῦ ἄστεος ἐνέπρησαν καὶ τὰ τείχη κατέσκαψαν.

ξη. 10