De bello Judaico libri viiMachine readable text


De bello Judaico libri vii
By Flavius Josephus
Edited by: B. Niese

Berlin Weidmann 1895



Perseus Documents Collection Table of Contents



*flaui/ou *)iwsh/pou i(stori/a *)ioudai+kou= pole/mou pro\s *(rwmai/ous bibli/on a.

*flaui/ou *)iwsh/pou i(stori/a *)ioudai+kou= pole/mou pro\s *(rwmai/ous lo/gos b.

*flaui/ou *)iwsh/pou i(stori/a *)ioudai+kou= pole/mou pro\s *(rwmai/ous bibli/on g.

*flaui/ou *)iwsh/pou i(stori/a *)ioudai+kou= pole/mou pro\s *(rwmai/ous bibli/on d.

*flaui/ou *)iwsh/pou i(stori/a *)ioudai+kou= pole/mou pro\s *(rwmai/ous bibli/on e.

*flaui/ou *)iwsh/pou i(stori/a *)ioudai+kou= pole/mou pro\s *(rwmai/ous bibli/on .

*flaui/ou *)iwsh/pou i(stori/a *)ioudai+kou= pole/mou pro\s *(rwmai/ous bibli/on z.


Funded by The Annenberg CPB/Project

  [ωηιστον σεξτ. 1] [σεξτ. 435]

Ἑάλω μὲν οὕτως Ἱεροσόλυμα ἔτει δευτέρῳ τῆς Οὐεσπασιανοῦ ἡγεμονίας Γορπιαίου μηνὸς ὀγδόῃ, ἁλοῦσα δὲ καὶ πρότερον πεντάκις τοῦτο δεύτερον ἠρημώθη. [σεξτ. 436] Ἀσωχαῖος μὲν γὰρ τῶν Αἰγυπτίων βασιλεὺς καὶ μετ' αὐτὸν Ἀντίοχος, ἔπειτα Πομπήιος καὶ ἐπὶ τούτοις σὺν Ἡρώδῃ Σόσσιος ἑλόντες ἐτήρησαν τὴν πόλιν. [σεξτ. 437] πρὸ δὲ τούτων τῶν Βαβυλωνίων βασιλεὺς κρατήσας ἠρήμωσεν αὐτὴν μετὰ ἔτη τῆς κτίσεως χίλια τετρακόσια ἑξηκονταοκτὼ μῆνας ἕξ. [σεξτ. 438] δὲ πρῶτος κτίσας ἦν Χαναναίων δυνάστης τῇ πατρίῳ γλώσσῃ κληθεὶς βασιλεὺς δίκαιος: ἦν γὰρ δὴ τοιοῦτος. διὰ τοῦτο ἱεράσατό τε τῷ θεῷ πρῶτος καὶ τὸ ἱερὸν πρῶτος δειμάμενος Ἱεροσόλυμα τὴν πόλιν προσηγόρευσεν Σόλυμα καλουμένην πρότερον. [σεξτ. 439] τὸν μὲν δὴ τῶν Χαναναίων λαὸν ἐκβαλὼν τῶν Ἰουδαίων βασιλεὺς Δαυίδης κατοικίζει τὸν ἴδιον, καὶ μετὰ τοῦτον ἔτεσι τετρακοσίοις ἑβδομήκοντα καὶ ἑπτὰ μησὶν ἓξ ὑπὸ Βαβυλωνίων κατασκάπτεται. [σεξτ. 440] ἀπὸ δὲ Δαυίδου τοῦ βασιλέως, ὃς πρῶτος αὐτῆς ἐβασίλευσεν Ἰουδαῖος, μέχρι τῆς ὑπὸ Τίτου γενομένης κατασκαφῆς ἔτη χίλια καὶ ἑκατὸν ἑβδομήκοντα καὶ ἐννέα. [σεξτ. 441] ἀπὸ δὲ τῆς πρώτης κτίσεως ἔτη μέχρι τῆς ἐσχάτης ἁλώσεως δισχίλια ἑκατὸν ἑβδομήκοντα καὶ ἑπτά. [σεξτ. 442] ἀλλὰ γὰρ οὔθ' ἀρχαιότης οὔθ' πλοῦτος βαθὺς οὔτε τὸ διαπεφοιτηκὸς ὅλης τῆς οἰκουμένης ἔθνος οὔθ' μεγάλη δόξα τῆς θρησκείας ἤρκεσέ τι πρὸς ἀπώλειαν αὐτῇ. τοιοῦτο μὲν δὴ τὸ τέλος τῆς Ἱεροσολύμων πολιορκίας.



βοοκ 7

Φλαυίου Ἰωσήπου ἱστορία Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους βιβλίον ζ.



ξη. 1