Contra ApionemMachine readable text


Contra Apionem
By Flavius Josephus
Edited by: B. Niese

Berlin Weidmann 1892



Perseus Documents Collection Table of Contents



*flai/+ou *)iwsh/pou peri\ a)rxaio/thtos *)ioudai/wn lo/gos a.

*flai/+ou *)iwsh/pou peri\ a)rxaio/thtos a)ntirrhtiko\s lo/gos b.


Funded by The Annenberg CPB/Project

Φλαί̈ου Ἰωσήπου περὶ ἀρχαιότητος Ἰουδαίων λόγος α.

 

Ἱκανῶς μὲν ὑπολαμβάνω καὶ διὰ τῆς περὶ τὴν ἀρχαιολογίαν συγγραφῆς, κράτιστε ἀνδρῶν Ἐπαφρόδιτε, τοῖς ἐντευξομένοις αὐτῇ πεποιηκέναι φανερὸν περὶ τοῦ γένους ἡμῶν τῶν Ἰουδαίων, ὅτι καὶ παλαιότατόν ἐστι καὶ τὴν πρώτην ὑπόστασιν ἔσχεν ἰδίαν, καὶ πῶς τὴν χώραν ἣν νῦν ἔχομεν κατῴκησε πεντακισχιλίων ἐτῶν ἀριθμὸν ἱστορίαν περιέχουσαν ἐκ τῶν παρ' ἡμῖν ἱερῶν βίβλων διὰ τῆς Ἑλληνικῆς φωνῆς συνεγραψάμην. [σεξτ. 2]