IonMachine readable text


Ion
By Euripides
Edited by: Gilbert Murray

Oxford Clarendon Press, Oxford 1913



Perseus Documents Collection Table of Contents




Funded by The Annenberg CPB/Project

 

Ἑρμῆς
Ἄτλας, χαλκέοισι νώτοις οὐρανὸν
θεῶν παλαιὸν οἶκον ἐκτρίβων, θεῶν
μιᾶς ἔφυσε Μαῖαν, 'μ' ἐγείνατο
Ἑρμῆν μεγίστῳ Ζηνί, δαιμόνων λάτριν.
[5] ἥκω δὲ Δελφῶν τήνδε γῆν, ἵν' ὀμφαλὸν
μέσον καθίζων Φοῖβος ὑμνῳδεῖ βροτοῖς
τά τ' ὄντα καὶ μέλλοντα θεσπίζων ἀεί.


ἔστιν γὰρ οὐκ ἄσημος Ἑλλήνων πόλις,
τῆς χρυσολόγχου Παλλάδος κεκλημένη,
[10] οὗ παῖδ' Ἐρεχθέως Φοῖβος ἔζευξεν γάμοις
βίᾳ Κρέουσαν, ἔνθα προσβόρρους πέτρας
Παλλάδος ὑπ' ὄχθῳ τῆς Ἀθηναίων χθονὸς
Μακρὰς καλοῦσι γῆς ἄνακτες Ἀτθίδος.
ἀγνὼς δὲ πατρί τῷ θεῷ γὰρ ἦν φίλον
[15] γαστρὸς διήνεγκ' ὄγκον. ὡς δ' ἦλθεν χρόνος,
τεκοῦσ' ἐν οἴκοις παῖδ' ἀπήνεγκεν βρέφος
ἐς ταὐτὸν ἄντρον οὗπερ ηὐνάσθη θεῷ
Κρέουσα, κἀκτίθησιν ὡς θανούμενον
κοίλης ἐν ἀντίπηγος εὐτρόχῳ κύκλῳ,
[20] προγόνων νόμον σῴζουσα τοῦ τε γηγενοῦς
Ἐριχθονίου. κείνῳ γὰρ Διὸς κόρη
φρουρὼ παραζεύξασα φύλακε σώματος
δισσὼ δράκοντε, παρθένοις Ἀγλαυρίσι
δίδωσι σῴζειν: ὅθεν Ἐρεχθείδαις ἐκεῖ
[25] νόμος τις ἔστιν ὄφεσιν ἐν χρυσηλάτοις
τρέφειν τέκνα. ἀλλ' ἣν εἶχε παρθένος χλιδὴν
τέκνῳ προσάψασ' ἔλιπεν ὡς θανουμένῳ.
κἄμ' ὢν ἀδελφὸς Φοῖβος αἰτεῖται τάδε:
σύγγον', ἐλθὼν λαὸν εἰς αὐτόχθονα
[30] κλεινῶν Ἀθηνῶν οἶσθα γὰρ θεᾶς πόλιν
λαβὼν βρέφος νεογνὸν ἐκ κοίλης πέτρας
αὐτῷ σὺν ἄγγει σπαργάνοισί θ' οἷς ἔχει
ἔνεγκε Δελφῶν τἀμὰ πρὸς χρηστήρια,
καὶ θὲς πρὸς αὐταῖς εἰσόδοις δόμων ἐμῶν.
[35] τὰ δ' ἄλλ' ἐμὸς γάρ ἐστιν, ὡς εἰδῇς, παῖς
ἡμῖν μελήσει. Λοξίᾳ δ' ἐγὼ χάριν
πράσσων ἀδελφῷ πλεκτὸν ἐξάρας κύτος
ἤνεγκα, καὶ τὸν παῖδα κρηπίδων ἔπι
τίθημι ναοῦ τοῦδ', ἀναπτύξας κύτος
[40] ἑλικτὸν ἀντίπηγος, ὡς ὁρῷθ' παῖς.