The Civil Wars


The Civil Wars
By Appian
Edited by: L. Mendelssohn

Leipzig Teubner 1879



Perseus Documents Collection Table of Contents



Book 1
   *p*r*o*o*i*m*i*o*n

Book 2

Book 3

Book 4

Book 5


Funded by The Annenberg CPB/Project

βοοκ 5

 

ξη. 2 [σεξτ. 12]

Καὶ τὰ μὲν περὶ ̓Αντώνιον ἦν τοιάδε: Καίσαρι δὲ ἐς τὴν ̔Ρώμην ἐπανιόντι τε νόσος αὖθις ἤκμαζεν ἐν Βρεντεσίῳ μάλιστα ἐπικινδύνως, καὶ φήμη διήνεγκεν αὐτὸν καὶ τεθνάναι. ῥαΐσας δ' ἐσῆλθεν ἐς τὴν πόλιν καὶ τοῖς ̓Αντωνίου τὰ γράμματα ἐδείκνυε τὰ ̓Αντωνίου. οἱ δὲ Καληνόν τε προσέτασσον ἀποδοῦναι τὰ δύο τέλη τῷ Καίσαρι καὶ ἐς Λιβύην ἐπέστελλον Σεξστίῳ Λιβύης καὶ αὐτὸν Καίσαρι ἀποστῆναι. καὶ οἱ μὲν οὕτως ἐποίουν, δὲ Καῖσαρ οὐδὲν ἀνήκεστον ἁμαρτεῖν δόξαντι Λεπίδῳ Λιβύην ἀντὶ τῶν προτέρων ἐθνῶν ἐνήλλασσε καὶ τὰ λοιπὰ τῶν ἐπὶ ταῖς προγραφαῖς δεδημευμένων διεπίπρασκε. καταλέγοντι δ' αὐτῷ τὸν στρατὸν ἐς τὰς ἀποικίας καὶ τὴν γῆν ἐπινέμοντι δυσεργὲς ἦν. οἵ τε γὰρ στρατιῶται τὰς πόλεις ᾔτουν, αἳ αὐτοῖς ἀριστίνδην ἦσαν ἐπειλεγμέναι πρὸ τοῦ πολέμου, καὶ αἱ πόλεις ἠξίουν τὴν ̓Ιταλίαν ἅπασαν ἐπινείμασθαι τὸ ἔργον ἐν ἀλλήλαις διαλαχεῖν τῆς τε γῆς τὴν τιμὴν τοὺς δωρουμένους ᾔτουν, καὶ ἀργύριον οὐκ ἦν, ἀλλὰ συνιόντες ἀνὰ μέρος ἐς τὴν ̔Ρώμην οἵ τε νέοι καὶ γέροντες αἱ γυναῖκες ἅμα τοῖς παιδίοις, ἐς τὴν ἀγορὰν τὰ ἱερά, ἐθρήνουν, οὐδὲν μὲν ἀδικῆσαι λέγοντες, ̓Ιταλιῶται δὲ ὄντες ἀνίστασθαι γῆς τε καὶ ἑστίας οἷα δορίληπτοι. ἐφ' οἷς οἱ ̔Ρωμαῖοι συνήχθοντο καὶ ἐπεδάκρυον, καὶ μάλιστα, ὅτε ἐνθυμηθεῖεν οὐχ ὑπὲρ τῆς πόλεως, ἀλλ' ἐπὶ σφίσιν αὐτοῖς καὶ τῇ μεταβολῇ τῆς πολιτείας τόν τε πόλεμον γεγονότα καὶ τὰ ἐπινίκια διδόμενα καὶ τὰς ἀποικίας συνισταμένας τοῦ μηδ' αὖθις ἀνακῦψαι τὴν δημοκρατίαν, παρῳκισμένων τοῖς ἄρχουσι μισθοφόρων ἑτοίμων, ἐς τι χρῄζοιεν. [σεξτ. 13]

̔Ο δὲ Καῖσαρ ταῖς πόλεσιν ἐξελογεῖτο τὴν ἀνάγκην, καὶ ἐδόκουν οὐδ' ὣς ἀρκέσειν. οὐδ' ἤρκουν, ἀλλὰ στρατὸς καὶ τοῖς γείτοσιν ἐπέβαινε σὺν ὕβρει, πλέονά τε τῶν διδομένων σφίσι περισπώμενοι καὶ τὸ ἄμεινον ἐκλεγόμενοι. οὐδὲ ἐπιπλήσσοντος αὐτοῖς καὶ δωρουμένου πολλὰ ἄλλα τοῦ Καίσαρος ἐπαύοντο, ἐπεὶ καὶ τῶν ἀρχόντων, ὡς δεομένων σφῶν ἐς τὸ ἐγκρατὲς τῆς ἀρχῆς, κατεφρόνουν. καὶ γὰρ αὐτοῖς πενταετία παρώδευε, καὶ τὸ ἀσφαλὲς χρεία συνῆγεν ἀμφοτέροις παρ' ἀλλήλων, τοῖς μὲν ἡγεμόσιν ἐς τὴν ἀρχὴν παρὰ τοῦ στρατοῦ, τῷ στρατῷ δὲ ἐς τὴν ἐπικράτησιν ὧν ἔλαβον, τῶν δεδωκότων ἀρχὴ παραμένουσα. ὡς γὰρ αὐτῶν οὐ βεβαίως ἐπικρατήσοντες, εἰ μὴ βεβαίως ἄρχοιεν οἱ δόντες, ὑπερεμάχουν ἀπ' εὐνοίας ἀναγκαίου. πολλὰ δὲ καὶ ἄλλα τοῖς ἀπορουμένοις αὐτῶν ἐδωρεῖτο, δανειζόμενος ἐκ τῶν ἱερῶν, Καῖσαρ. ὅθεν τὴν γνώμην στρατὸς ἐς αὐτὸν ἐπέστρεφε, καὶ πλείων ὑπήντα χάρις ὡς γῆν ἅμα καὶ πόλεις καὶ χρήματα καὶ οἰκήματα δωρουμένῳ καὶ καταβοωμένῳ μὲν ἐπιφθόνως ὑπὸ τῶν ἀφαιρουμένων, φέροντι δὲ τὴν ὕβριν ἐς χάριν τοῦ στρατοῦ. [σεξτ. 14]

Ταῦτα δὲ ὁρῶν τε ἀδελφὸς τοῦ ̓Αντωνίου Λεύκιος ̓Αντώνιος, ὑπατεύων τότε, καὶ γυνὴ τοῦ ̓Αντωνίου Φουλβία καὶ τῆς ἀποδημίας ἐπιτροπεύων τῷ ̓Αντωνίῳ Μάνιος, ἵνα μὴ Καίσαρος δόξειε τὸ ἔργον ἅπαν εἶναι μηδὲ μόνος αὐτοῦ τὴν χάριν ἀποφέροιτο μηδ' ἔρημος ̓Αντώνιος εὐνοίας στρατιωτῶν γένοιτο, τὰς κατοικίσεις ἐτέχναζον ἐς τὴν ἐπιδημίαν ̓Αντωνίου διατρίβειν. οὐ δυνατοῦ δὲ φαινομένου διὰ τὸν στρατὸν ἐπείγοντα, τοὺς οἰκιστὰς τῶν ̓Αντωνίου τελῶν ἠξίουν Καίσαρα παρὰ σφῶν λαβεῖν, τῆς μὲν συνθήκης ̓Αντωνίου μόνῳ Καίσαρι διδούσης, ἐπιμεμφόμενοι δὲ ὡς οὐ παρόντι τῷ ̓Αντωνίῳ. καὶ ἐς τὸν στρατὸν αὐτοὶ τήν τε Φουλβίαν παράγοντες καὶ τὰ παιδία τὰ ̓Αντωνίου, μάλα ἐπιφθόνως ἱκέτευον μὴ περιιδεῖν ̓Αντώνιον δόξης χάριτος τῆς ἐς αὐτοὺς ὑπηρεσίας ἀφαιρούμενον. ἤκμαζε δὲ ἐν τῷ τότε μάλιστα τὸ κλέος τὸ ̓Αντωνίου καὶ παρὰ τῷ στρατῷ καὶ παρὰ τοῖς ἅλλοις ἅπασι: τὸ γὰρ ἔργον τὸ ἐν Φιλίπποις διὰ τὴν τότε Καίσαρος ἀρρωστίαν ἅπαν ἡγοῦντο ̓Αντωνίου γεγονέναι. δὲ Καῖσαρ οὐκ ἠγνόει μὲν ἀδικούμενος ἐς τὰ συγκείμενα, εἶξε δὲ ἐς χάριν ̓Αντωνίου. καὶ οἱ μὲν τοὺς οἰκιστὰς ἐπὶ τοῖς ̓Αντωνίου τέλεσιν ἀπέφαινον, οἱ δὲ οἰκισταὶ τοῖς στρατιώταις, ἵνα τι καὶ δοκοῖεν εὐνούστεροι τοῦ Καίσαρος ἐς αὐτοὺς εἶναι, συνεχώρουν ἔτι πλέον ἀδικεῖν. ἄλλο δὴ πλῆθος ἦν ἑτέρων πόλεων, αἳ ταῖς νενεμημέναις γειτονεύουσαί τε καὶ πολλὰ πρὸς τῶν στρατιωτῶν ἀδικούμενοι κατεβόων τοῦ Καίσαρος, ἀδικωτέρας εἶναι τὰς ἀποικίσεις τῶν προγραφῶν: τὰς μὲν γὰρ ἐπὶ ἐχθροῖς, τὰς δὲ ἐπὶ μηδὲν ἀδικοῦσι γίγνεσθαι. [σεξτ. 15]

̔Ο δὲ Καῖσαρ οὐκ ἠγνόει ἀδικουμένους. ἀμήχανα δ' ἦν αὐτῷ: οὔτε γὰρ ἀργύριον ἦν ἐς τιμὴν τῆς γῆς δίδοσθαι τοῖς γεωργοῖς, οὔτε ἀναβάλλεσθαι τὰ ἐπινίκια διὰ τοὺς ἔτι πολέμους, Πομπηίου μὲν ἐν τῇ θαλάσσῃ κρατοῦντος καὶ τὴν πόλιν κλείοντος ἐς λιμόν, ̓Αηνοβάρβου δὲ καὶ Μούρκου στρατὸν καὶ ναῦς ἄλλας ἀγειρόντων ἀθυμοτέρων δὲ ἐς τὰ ἐσόμενα ὄντων τῶν στρατιωτῶν, εἰ μὴ τὰ πρότερα ἐπινίκια λάβοιεν. πολὺ δ' ἦν καὶ τὸ παροδεύειν σφίσιν ἤδη τὴν τῆς ἀρχῆς πενταετίαν καὶ χρῄζειν αὖθις εὐνοίας στρατοῦ: διόπερ αὐτῶν καὶ τῆς ὕβρεως καταφρονήσεως ἐν τῷ τότε ἑκὼν ὑπερεώρα. ἔν γέ τοι τῷ θεάτρῳ, παρόντος αὐτοῦ, στρατιώτης ἀπορῶν οἰκείας ἕδρας παρῆλθεν ἐς τοὺς καλουμένους ἱππέας: καὶ μὲν δῆμος ἐπεσημήνατο, καὶ Καῖσαρ τὸν στρατιώτην ἀνέστησεν, δὲ στρατὸς ἠγανάκτησε καὶ περιστάντες αὐτὸν ἀποχωροῦντα τοῦ θεάτρου τὸν στρατιώτην ἀπῄτουν, οὐχ ὁρώμενον ἡγούμενοι διεφθάρθαι. ἐπελθόντα δὲ ἐνόμιζον ἐκ τοῦ δεσμωτηρίου νῦν προαχθῆναι ἀρνούμενόν τε καὶ τὰ γεγονότα διηγούμενον ψεύδεσθαι διδαχθέντα ἔλεγον καὶ ἐλοιδόρουν ὡς τὰ κοινὰ προδιδόντα: καὶ τὸ μὲν ἐν τῷ θεάτρῳ γενόμενον τοιόνδε ἦν. [σεξτ. 16]

Κεκλημένοι δ' ἐπὶ νέμησιν τότε γῆς ἐς τὸ πεδίον τὸ ̓́Αρειον ὑπὸ σπουδῆς ἔτι νυκτὸς ἀφίκοντο, καὶ βραδύτερον αὐτοῖς τοῦ Καίσαρος ἐπιόντος ἠγανάκτουν. Νώνιος δὲ λοχαγὸς ἐπέπλησσεν αὐτοῖς σὺν παρρησίᾳ, τό τε πρέπον τοῖς ἀρχομένοις ἐς τὸν ἄρχοντα προφέρων καὶ τὴν Καίσαρος ἀσθένειαν, οὐχ ὑπεροψίαν. οἱ δὲ αὐτὸν τὰ μὲν πρῶτα ἔσκωπτον ὡς κόλακα, πλέονος δὲ ἑκατέρωθεν τοῦ διερεθίσματος γενομένου ἐλοιδόρουν τε καὶ ἔβαλλον καὶ φεύγοντα ἐδίωκον ἔς τε τὸν ποταμὸν ἐξαλόμενον ἐξειρύσαντες ἔκανον καὶ ἔρριψαν, ἔνθα παροδεύσειν Καῖσαρ ἔμελλεν. οἱ μὲν δὴ φίλοι τῷ Καίσαρι παρῄνουν μηδὲ ἐπελθεῖν ἐς αὐτούς, ἀλλ' ἐκστῆναι μανιώδει φορᾷ. δ' ἐπῄει μέν, ἀναθρέψειν ἔτι μᾶλλον αὐτῶν ἡγούμενος τὸ μανιῶδες, εἰ μὴ ἀφίκοιτο, καὶ τὸν Νώνιον ἰδὼν ἐξέκλινεν, ὡς δὲ ὀλίγων ταῦτα δρασάντων ἐπεμέμφετο καὶ ἐς τὸ μέλλον ἀλλήλων φείδεσθαι παρῄνει καὶ τὴν γῆν διένεμε, καὶ δωρεὰς αἰτεῖν τοῖς ἀξίοις ἐπέτρεπε καὶ τῶν οὐκ ἀξίων ἐνίοις ἐδίδου παρὰ γνώμην, μέχρι τὸ πλῆθος ἐκπλαγὲν αὑτοῦ τῆς βαρύτητος μετενόει καὶ ᾐδεῖτο καὶ κατεγίνωσκον αὑτῶν καὶ τοὺς ἐς τὸν Νώνιον ἁμαρτόντας ἠξίουν ἀνευρόντα κολάσαι. δὲ καὶ γινώσκειν αὐτοὺς ἔφη καὶ κολάσειν αὐτῷ τῷ συνειδότι σφῶν μόνῳ καὶ τῇ παρ' ὑμῶν καταγνώσει. οἱ δὲ συγγνώμης τε ὁμοῦ καὶ τιμῆς καὶ δωρεῶν ἀξιωθέντες εὐθὺς αὐτὸν εὐφήμουν ἐκ μεταβολῆς. [σεξτ. 17]

Καὶ δύο μὲν εἰκόνες ἐκ πλεόνων αἵδε ἔστων τῆς τότε δυσαρχίας: αἴτιον δ' ἦν, ὅτι καὶ οἱ στρατηγοὶ ἀχειροτόνητοι ἦσαν οἱ πλείους ὡς ἐν ἐμφυλίοις καὶ οἱ στρατοὶ αὐτῶν οὐ τοῖς πατρίοις ἔθεσιν ἐκ καταλόγου συνήγοντο οὐδ' ἐπὶ χρείᾳ τῆς πατρίδος, οὐδὲ τῷ δημοσίῳ στρατευόμενοι μᾶλλον τοῖς συνάγουσιν αὐτοὺς μόνοις, οὐδὲ τούτοις ὑπὸ ἀνάγκῃ νόμων, ἀλλ' ὑποσχέσεσιν ἰδίαις, οὐδὲ ἐπὶ πολεμίους κοινούς, ἀλλὰ ἰδίους ἐχθρούς, οὐδὲ ἐπὶ ξένους, ἀλλὰ πολίτας καὶ ὁμοτίμους. τάδε γὰρ πάντα αὐτοῖς τὸν στρατιωτικὸν φόβον ἐξέλυεν, οὔτε στρατεύεσθαι νομίζουσι μᾶλλον βοηθεῖν οἰκείᾳ χάριτι καὶ γνώμῃ, καὶ τοὺς ἄρχοντας ἡγουμένοις ὑπὸ ἀνάγκης αὑτῶν ἐς τὰ ἴδια ἐπιδεῖσθαι. τό τε αὐτομολεῖν, πάλαι ̔Ρωμαίοις ἀδιάλλακτον ὄν, τότε καὶ δωρεῶν ἠξιοῦτο: καὶ ἔπρασσον αὐτὸ οἵ τε στρατοὶ κατὰ πλῆθος καὶ τῶν ἐπιφανῶν ἀνδρῶν ἔνιοι, νομίζοντες οὐκ αὐτομολίαν εἶναι τὴν ἐς τὰ ὅμοια μεταβολήν. ὅμοια γὰρ δὴ πάντα ἦν, καὶ οὐδὲ ἕτερα αὐτῶν ἐς ἔχθραν κοινὴν ̔Ρωμαίοις ἀπεκέκριτο: τε τῶν στρατηγῶν ὑπόκρισις μία, ὡς ἁπάντων ἐς τὰ συμφέροντα τῇ πατρίδι βοηθούντων, εὐχερεστέρους ἐποίει πρὸς τὴν μεταβολὴν ὡς πανταχοῦ τῇ πατρίδι βοηθοῦντας. καὶ οἱ στρατηγοὶ συνιέντες ἔφερον, ὡς οὐ νόμῳ μᾶλλον αὐτῶν ἄρχοντες ταῖς δωρεαῖς.