[p. 92] ὅτε ξυμπαρομαρτέει τῇ νούσῳ
ὁ ὄγκος, τὸ οἶδος,
ἡ χροιὴ, ἠδὲ ἐς τὸ ὕδωρ ξυντήκουσα
ἕξις, ὕδρωψτέ ἐστι καὶ καλέεται.
κἢν γὰρ ἐκραγῇ κοτε τὸ ὕδωρ αὐτομάτως ἔξω, ἢ
ταμών τις τὸ ὑποχόνδριον ἐκχέῃ, ἐφ' ἕδρης ἔασι οἱ ὑδρωπιώδεες
. ἡ μὲν οὖν πρωτίστη αἰτίη καχεξίη.
Ἰδέαι δὲ πλεῦναι, ἧς ἀτὰρ ὄνομα
ἕτερον καὶ ἕτερον. ἢν μὲν γὰρ ἡ παρέγχυσις ἔνυγρος ἐν τῇσι
λαγόνεσι ἐμπλώῃ, καὶ ἀπὸ τῆς πρήσιος ἐν τοῖσι πατάγοισι
δοκέῃ πως τυμπάνῳ, τυμπανίης κικλήσκεται.
ἢν δὲ ὕδωρ ἅλις ἐς τὸ περιτόναιον ἐμπεριέχηται,
ἐμπλώῃ δὲ τῷ ὑγρῷ τὰ ἔντερα, καλέομεν
ἐπίκλησιν ἀσκίτην. ἢν δὲ αἱ λαγόνες μὲν μηδὲν τουτέων
ἴσχωσι, τὸ πᾶν δὲ παροιδαίνῃ σκῆνος,
ἢν μὲν ἐπὶ λευκῷ φλέγματι καὶ παχέϊ καὶ ψυχρῷ,
φλεγματίης καλέεται. ἢν δὲ ἐς χυμὸν
αἱμάλωπα, ὑδατώδεα,
λεπτὸν, συντακῶσι αἱ σάρκες,
ἀνὰ σάρκα γίγνεται ὕδρωψ· κακὴ μὲν ἡ ἑκάστου ξύστασις.
κακίων δὲ πολλόν τι ἡ τῶνδε ἐπιμιξίη.
I have
followed Crassus, Petit, and Wigan in suppressing οὐ
before κακίων; and am surprised that Ermerins should
have persisted in retaining the negative.
|
τῶνδε γὰρ ἀμφὶ τὰς
λαγόνας εἷς ἑνὶ τῶν ἀνὰ τὸ πᾶν ξυμβῇ γέ κοτε· χαλεπώτατος δὲ,
ἢν ὁ τυμπανία ς τῷ ἀνὰ σάρκα μιχθῇ. καὶ γὰρ
ἰδίῃ τῶν μὲν ἀμφὶ τὰς λαγόνας, ἀσκίτου τυμπανίας
χερείων, τῶν δὲ ὅλου τοῦ σκήνεος ὁ λευκοφλ εγματίας τοῦ ἀνὰ
σάρκα μείων· ἐπιεικὴς μὲν ὦν, ἐν ἀπελπίστοισι,
ἢν ὁ μείων ξυστῇ τῷ μείονι· κακίων δὲ εἴ τις τῶν μειόνων ἑνὶ τῶν μεζόνων
ἐς τὠυτὸ ξυμβῇ· ἢν δὲ ἐς ἄκρας ἡ μίξις ἅμ' ἥκηται δυοῖν μεγάλοιν,
μέζον κακὸν τὸ ἔκγονον. Σημεῖα δὲ
μέγιστα καὶ ῥήΪστα ἰδεῖν καὶ θιγέειν καὶ εἰσακοῦσαι · ἐπὶ μὲν τῷ ἀσκίτῃ ἰδέειν ὄγκον ἐν τῇσι
λαγόσι, οἶδος ἀμφὶ τὼ πόδε· πρόσωπα δὲ καὶ βραχίονες καὶ τὰ
ἄλλα ἰσχνὰ, οἰδέουσι ὄρχιές τε καὶ πόσθη,
καὶ ὁ ξύμπας καυλὸς σκολιὸς ἐξ ἀνίσου τοῦ οἴδεος.
θίγειν ἠδὲ ἐρείσαν τά πη τὴν