[p. 87]
νεμομένης, καὶ τοῦ πάθεος κορυφὴν ἴσχοντο ς ἤδη,
οἰδαλέοι μὲν, ἀδρανέες
δὲ, καὶ ἐς πᾶσαν πρῆξιν ἄθυμοι.
κοιλίη δὲ ξηροτέρη. ἄχολα τὰ πολλὰ καὶ
λευκὰ, τρηχέα, καὶ ὠμὰ
διαχωρέουσι. τὸ σκῆνος αὖοι,
ἀνίδρωτες, κνησμώδεες ,
ὕπνος ἑδραῖος μὲν οὐδαμῆ, κεκλιμένῳ δὲ
νυσταγμός. βραδύπνοοι ,
σφυγμοὶ ἀμαυροὶ, ἀσθενέες,
πυκνοί· πυκνότατοι δὲ ἐπὶ πάσῃ καὶ σμικρῇ πρήξι.
ἆσθμα δὲ ἐπὶ τοῖσδε ἡ ἀναπνοή· φλέβες ἐπὶ τοῖσι κροτάφοισι ἐπῃρμέναι ἀσαρκίῃ
τῶν πέριξ, ἀτὰρ καὶ ἐπὶ τοῖσι καρποῖσι πολὺ μέζονες διοιδέουσαι
, μελάγχλωρον τὸ αἷμα.
ἐπὶ τοῖσδε φθίσις, ἢ σύντηξις ἀνὰ σάρκα
ὕδρωπα, ἤ τινα ἀσκίτην ἤγαγε.
καὶ τῶνδε ἄφυκτος ἡ γέννα.
Φέρουσι
δὲ ἡλικίαι, γῆρας, καὶ
οὐκ ἀποδιδρήσκουσι· παῖδες ταχὺ παθεῖν τε εὔκολοι καὶ ἀπαλλαγῆναι ῥΗί̈τεροι· ἀκμάζοντες οὐ
πάγχυ μὲν παθεῖν ἕτοιμοι · οὐ πάμπαν δὲ ἀπαλλαγῆναι εὔκολοι.
ὥρη δὲ οὔ μίη φέρει τόδε, οὐδὲ ἐς μίην τελευτᾷ
· ἀλλὰ φθινόπωρον μὲν κύει, χειμὼν τιθηνεῖ,
ἔαρ δὲ ἐς κορυφὴν τελεσφορεῖ , θέρος
δὲ κτείνει.