Hippocrates Collected Works I

Hippocrates Collected Works I
By Hippocrates
Edited by: W. H. S. Jones (trans.)

Cambridge Harvard University Press 1868


Digital Hippocrates Collection Table of Contents



ΠΕΡΙ ΑΡΧΑΙΗΣ ΙΗΤΡΙΚΗΣ

ΠΕΡΙ ΑΕΡΩΝ ΥΔΑΤΩΝ ΤΟΠΩΝ

ΕΠΙΔΗΜΙΩΝ Α
   κατάστασις πρώτη
   κατάστασις δευτέρη
   κατάστασις τρίτη
   ἄρρωστοι τεσσαρες καίδεκα

ΕΠΙΔΗΜΙΩΝ Γ
   κατάστασις
   Ἑκκαίδεκα ἄρρωστοι

ΟΡΚΟΣ

ΠΑΡΑΓΓΕΛΙΑΙ

ΠΕΡΙ ΤΡΟΦΗΣ


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

ΕΠΙΔΗΜΙΩΝ Γ

κατάστασις

 [p. 242]
10
ὀστέων ἐκπτώσιες μεγάλαι. ἦν δὲ καὶ τὸ ῥΕῦμα τὸ συνιστάμενον οὐ πύῳ ἴκελον, ἀλλὰ σηπεδών τις ἄλλη καὶ ῥΕῦμα πολὺ καὶ ποικίλον. οἷσι μὲν οὖν περὶ κεφαλὴν τούτων τι συμπίπτοι γίνεσθαι, μάδησίς τε ὅλης τῆς κεφαλῆς ἐγίνετο καὶ τοῦ γενείου καὶ ὀστέων ψιλώματα καὶ ἐκπτώσιες καὶ πολλὰ ῥΕύματα. ἐν πυρετοῖσί τε ταῦτα καὶ ἄνευ πυρετῶν. ἦν δὲ ταῦτα φοβερώτερα κακίω. οἷσι γὰρ ἐς ἐμπύημα τινα τοιοῦτον ἀφίκοιτο πεπασμόν, οἱ πλεῖστοι τούτων ἐσῴζοντο. οἷσι
20
δ' μὲν φλεγμονὴ καὶ τὸ ἐρυσίπελας ἀπέλθοι, τοιαύτην δὲ ἀπόστασιν μηδεμίαν ποιήσαιτο, τούτων ἀπώλλυντο πολλοί. ὁμοίως δὲ καὶ εἴ πῃ ἄλλῃ τοῦ σώματος πλανηθείη, συνέπιπτε ταῦτα. πολλοῖσι μὲν γὰρ βραχίων καὶ πῆχυς ὅλος περιερρύη. οἷσι δ' ἐπὶ τὰ πλευρά, ταῦτα ἐκακοῦτο τῶν ἔμπροσθέν τι τῶν ὄπισθεν. οἷσι δ' ὅλος μηρὸς τὰ περὶ κνήμην ἀπεψιλοῦτο καὶ ποὺς ὅλος. ἦν δὲ πάντων χαλεπώτατα τῶν τοιούτων, ὅτε περὶ ἥβην καὶ αἰδοῖα γενοίατο. τὰ
30
μὲν περὶ ἕλκεα καὶ μετὰ προφάσιος τοιαῦτα. πολλοῖσι δὲ ἐν πυρετοῖσι καὶ πρὸ πυρετοῦ καὶ ἐπὶ πυρετοῖσι συνέπιπτεν. ἦν δὲ καὶ τούτων, ὅσα μὲν ἀπόστασιν ποιήσαιτο διὰ τοῦ ἐκπυῆσαι κατὰ κοιλίην ταραχή τις ἐπίκαιρος χρηστῶν οὔρων διάδοσις γένοιτο, διὰ τούτων λελύσθαι, οἷσι δὲ μηδὲν τούτων συμπίπτοι, ἀσήμως δὲ ἀφανιζομένων, θανατώδεα γίνεσθαι. πολὺ μὲν οὖν πλείστοισι συνέπιπτε τὰ περὶ τὸ ἐρυσίπελας τοῦ ἦρος. παρείπετο δὲ καὶ διὰ τοῦ θέρεος καὶ
40
ὑπὸ φθινόπωρον.