On the Natural Faculties.

On the Natural Faculties.
By Galen
Edited by: Arthur John Brock (trans.)

Cambridge, Mass. Harvard University Press


Digital Hippocrates Collection Table of Contents



ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ
   Α
   Β
   Γ


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ

Γ

XV

 [p. 330] ἑξῆς τούτοις ἐξαρπαζόντων καὶ αὐτῶν εἰς ἑαυτὰ κἄπειτα τῶν ἐφεξῆς πάλιν ἐκ τούτων μεταλαμβανόντων, ἄχρις ἂν εἰς τὴν κοίλην ἀφίκηται φλέβα, τοὐντεῦθεν δ' ἤδη τῶν νεφρῶν τὸ οἰκεῖον ἐπισπωμένων. ὥστ' οὐδὲν θαυμαστὸν οἶνον μὲν ὕδατος ἀναλαμβάνεσθαι θᾶττον οἰκειότητι ποιότητος, αὐτὸν δὲ τὸν οἶνον τὸν μὲν λευκὸν καὶ καθαρὸν ἑτοίμως ἀναδίδοσθαι διὰ λεπτότητα, τὸν δ' αὖ μέλανα καὶ θολερὸν ἴσχεσθαί τε κατὰ τὴν ὁδὸν καὶ βραδύνειν ὑπὸ πάχους.

Εἴη δ' ἂν ταῦτα καὶ τῶν ὑπὲρ τῶν ἀρτηριῶν ἔμπροσθεν εἰρημένων οὐ σμικρὰ μαρτύρια. πανταχοῦ γὰρ ὅσον οἰκεῖόν τε καὶ λεπτὸν αἷμα τοῦ μὴ τοιούτου ῥᾷΟν ἕπεται τοῖς ἕλκουσιν. ἀτμὸν οὖν ἕλκουσαι καὶ πνεῦμα καὶ λεπτὸν αἷμα κατὰ τὰς διαστάσεις αἱ ἀρτηρίαι τῶν κατὰ τὴν κοιλίαν καὶ τὰ ἔντερα περιεχομένων χυμῶν οὐδ' ὅλως παντάπασιν ἐπισπῶνται βραχύ.